Psalms 11

LXX: Psa.10:1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. ἐπὶ τῷ κυρίῳ πέποιθα· πᾶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεύου Ἐπὶ τὰ ὄρη ὡς στρουθίον;
LXX: Psa.10:2
ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
LXX: Psa.10:3
ὅτι κατηρτίσω, καθεῖλον· δὲ δίκαιος τί ἐποίησεν;
LXX: Psa.10:4
κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· κύριος, ἐν οὐρανῷ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
LXX: Psa.10:5
κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
LXX: Psa.10:6
ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος μερὶς τοῦ ποτηρίου αὐτῶν.
LXX: Psa.10:7
ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.
Copyright information for LXX