Psalms 119

LXX: Psa.118:1
Αλληλουια. α αλφ. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ κυρίου.
LXX: Psa.118:2
μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
LXX: Psa.118:3
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
LXX: Psa.118:4
σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα.
LXX: Psa.118:5
ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.
LXX: Psa.118:6
τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
LXX: Psa.118:7
ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
LXX: Psa.118:8
τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα.
LXX: Psa.118:9
β βηθ. ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου.
10 
LXX: Psa.118:10
ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
11 
LXX: Psa.118:11
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
12 
LXX: Psa.118:12
εὐλογητὸς εἶ, κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
13 
LXX: Psa.118:13
ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.
14 
LXX: Psa.118:14
ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ.
15 
LXX: Psa.118:15
ἐν ταῖς ἐντολαῖς σου. ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου
16 
LXX: Psa.118:16
ἐν τοῖς δικαιώμασίν σου. μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου
17 
LXX: Psa.118:17
γ γιμαλ. Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου.
18 
LXX: Psa.118:18
ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου. ἐκ τοῦ νόμου σου
19 
LXX: Psa.118:19
πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.
20 
LXX: Psa.118:20
ἐπεπόθησεν ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.
21 
LXX: Psa.118:21
ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
22 
LXX: Psa.118:22
περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
23 
LXX: Psa.118:23
καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατελάλουν, δὲ δοῦλός σου. ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου
24 
LXX: Psa.118:24
καὶ γὰρ τὰ μαρτύριά σου. μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου
25 
LXX: Psa.118:25
δ' δελθ. Ἐκολλήθη τῷ ἐδάφει ψυχή μου ζῆσόν με κατὰ τὸν λόγον σου.
26 
LXX: Psa.118:26
τὰς ὁδούς μου· ἐξήγγειλα, καὶ ἐπήκουσάς μου δίδαξόν με τὰ δικαιώματά σου.
27 
LXX: Psa.118:27
ὁδὸν δικαιωμάτων σου. συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου
28 
LXX: Psa.118:28
ἔσταξεν ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου.
29 
LXX: Psa.118:29
ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με.
30 
LXX: Psa.118:30
ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
31 
LXX: Psa.118:31
ἐκολλήθην τοῖς μαρτυρίοις σου· κύριε, μή με καταισχύνῃς.
32 
LXX: Psa.118:32
ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
33 
LXX: Psa.118:33
ε η. Νομοθέτησόν με, κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός.
34 
LXX: Psa.118:34
συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.
35 
LXX: Psa.118:35
ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα.
36 
LXX: Psa.118:36
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν.
37 
LXX: Psa.118:37
ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.
38 
LXX: Psa.118:38
στῆσον τῷ δούλῳ σου. τὸ λόγιόν σου εἰς τὸν φόβον σου
39 
LXX: Psa.118:39
περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· τὰ γὰρ κρίματά σου χρηστά.
40 
LXX: Psa.118:40
ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
41 
LXX: Psa.118:41
ς ουαυ. Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, κύριε, τὸ σωτήριόν σου. κατὰ τὸ λόγιόν σου
42 
LXX: Psa.118:42
καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.
43 
LXX: Psa.118:43
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα.
44 
LXX: Psa.118:44
καὶ φυλάξω τὸν νόμον σου διὰ παντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
45 
LXX: Psa.118:45
καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
46 
LXX: Psa.118:46
καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.
47 
LXX: Psa.118:47
καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα.
48 
LXX: Psa.118:48
καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου.
49 
LXX: Psa.118:49
ζ ζαι. Μνήσθητι τὸν λόγον σου, τῷ δούλῳ σου ἐπήλπισάς με.
50 
LXX: Psa.118:50
αὕτη με. παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέν με
51 
LXX: Psa.118:51
ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.
52 
LXX: Psa.118:52
ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, κύριε, καὶ παρεκλήθην.
53 
LXX: Psa.118:53
ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
54 
LXX: Psa.118:54
ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου.
55 
LXX: Psa.118:55
ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.
56 
LXX: Psa.118:56
αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
57 
LXX: Psa.118:57
η ηθ. Μερίς μου κύριε, εἶπα φυλάξασθαι τὸν νόμον σου.
58 
LXX: Psa.118:58
ἐδεήθην τοῦ προσώπου σου. ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου
59 
LXX: Psa.118:59
διελογισάμην τὰς ὁδούς σου. καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου
60 
LXX: Psa.118:60
ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.
61 
LXX: Psa.118:61
σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
62 
LXX: Psa.118:62
μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
63 
LXX: Psa.118:63
μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.
64 
LXX: Psa.118:64
τοῦ ἐλέους σου, κύριε, πλήρης γῆ· τὰ δικαιώματά σου δίδαξόν με.
65 
LXX: Psa.118:65
θ τηθ. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, κύριε, κατὰ τὸν λόγον σου.
66 
LXX: Psa.118:66
χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
67 
LXX: Psa.118:67
πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.
68 
LXX: Psa.118:68
χρηστὸς εἶ σύ, κύριε, καὶ ἐν τῇ χρηστότητί σου. δίδαξόν με τὰ δικαιώματά σου
69 
LXX: Psa.118:69
ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.
70 
LXX: Psa.118:70
ἐτυρώθη ὡς γάλα καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
71 
LXX: Psa.118:71
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
72 
LXX: Psa.118:72
ἀγαθόν μοι νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
73 
LXX: Psa.118:73
ι ιωθ. Αἱ χεῖρές σου. ἐποίησάν με· καὶ ἔπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου
74 
LXX: Psa.118:74
οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
75 
LXX: Psa.118:75
ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.
76 
LXX: Psa.118:76
γενηθήτω δὴ τὸ ἔλεός σου. τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου
77 
LXX: Psa.118:77
ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι νόμος σου μελέτη μού ἐστιν.
78 
LXX: Psa.118:78
αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.
79 
LXX: Psa.118:79
ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
80 
LXX: Psa.118:80
γενηθήτω καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
81 
LXX: Psa.118:81
ια χαφ. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα.
82 
LXX: Psa.118:82
ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες Πότε παρακαλέσεις με;
83 
LXX: Psa.118:83
ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
84 
LXX: Psa.118:84
πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
85 
LXX: Psa.118:85
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς νόμος σου, κύριε.
86 
LXX: Psa.118:86
πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι.
87 
LXX: Psa.118:87
παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
88 
LXX: Psa.118:88
κατὰ τὸ ἔλεός σου. ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου
89 
LXX: Psa.118:89
ιβ λαβδ. Εἰς τὸν αἰῶνα, κύριε, λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.
90 
LXX: Psa.118:90
εἰς γενεὰν καὶ γενεὰν ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει.
91 
LXX: Psa.118:91
τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά.
92 
LXX: Psa.118:92
εἰ μὴ ὅτι νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
93 
LXX: Psa.118:93
εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου ὅτι ἐν αὐτοῖς ἔζησάς με, κύριε.
94 
LXX: Psa.118:94
σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
95 
LXX: Psa.118:95
ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα.
96 
LXX: Psa.118:96
πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἐντολή σου σφόδρα.
97 
LXX: Psa.118:97
ιγ μημ. Ὡς ἠγάπησα τὸν νόμον σου, κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.
98 
LXX: Psa.118:98
ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν.
99 
LXX: Psa.118:99
ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.
100 
LXX: Psa.118:100
ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
101 
LXX: Psa.118:101
ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.
102 
LXX: Psa.118:102
ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι.
103 
LXX: Psa.118:103
ὡς γλυκέα τῷ λάρυγγί μου. τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου
104 
LXX: Psa.118:104
ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. [ὅτι σὺ ἐνομοθέτησάς μοι.]
105 
LXX: Psa.118:105
ιδ νουν. Λύχνος τοῖς ποσίν μου. λόγος σου καὶ φῶς ταῖς τρίβοις μου
106 
LXX: Psa.118:106
ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
107 
LXX: Psa.118:107
ἐταπεινώθην ἕως σφόδρα· κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου.
108 
LXX: Psa.118:108
τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.
109 
LXX: Psa.118:109
ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
110 
LXX: Psa.118:110
ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
111 
LXX: Psa.118:111
ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.
112 
LXX: Psa.118:112
ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν.
113 
LXX: Psa.118:113
ιε σαμχ. Παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα.
114 
LXX: Psa.118:114
βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ· εἰς τὸν λόγον σου ἐπήλπισα.
115 
LXX: Psa.118:115
ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου.
116 
LXX: Psa.118:116
ἀντιλαβοῦ μου. κατὰ τὸ λόγιόν σου, καὶ ζήσομαι, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου
117 
LXX: Psa.118:117
βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός.
118 
LXX: Psa.118:118
ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωματων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.
119 
LXX: Psa.118:119
παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός.
120 
LXX: Psa.118:120
καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
121 
LXX: Psa.118:121
ις αιν. Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με. τοῖς ἀδικοῦσίν με
122 
LXX: Psa.118:122
ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.
123 
LXX: Psa.118:123
οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου. καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου
124 
LXX: Psa.118:124
ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με.
125 
LXX: Psa.118:125
δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.
126 
LXX: Psa.118:126
καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ· διεσκέδασαν τὸν νόμον σου.
127 
LXX: Psa.118:127
διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.
128 
LXX: Psa.118:128
διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
129 
LXX: Psa.118:129
ιζ φη. Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ψυχή μου.
130 
LXX: Psa.118:130
δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους.
131 
LXX: Psa.118:131
τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
132 
LXX: Psa.118:132
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
133 
LXX: Psa.118:133
τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
134 
LXX: Psa.118:134
λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
135 
LXX: Psa.118:135
τὸ πρόσωπόν σου. ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου
136 
LXX: Psa.118:136
διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου.
137 
LXX: Psa.118:137
ιη σαδη. Δίκαιος εἶ, κύριε, καὶ εὐθὴς κρίσις σου.
138 
LXX: Psa.118:138
ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα.
139 
LXX: Psa.118:139
ἐξέτηξέν με ζῆλος τοῦ οἴκου σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.
140 
LXX: Psa.118:140
πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ δοῦλός σου ἠγάπησεν αὐτό.
141 
LXX: Psa.118:141
νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
142 
LXX: Psa.118:142
δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ νόμος σου ἀλήθεια.
143 
LXX: Psa.118:143
θλῖψις καὶ ἀνάγκη εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου.
144 
LXX: Psa.118:144
δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι.
145 
LXX: Psa.118:145
ιθ κωφ. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, κύριε· τὰ δικαιώματά σου ἐκζητήσω.
146 
LXX: Psa.118:146
ἐκέκραξά σε· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου.
147 
LXX: Psa.118:147
προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.
148 
LXX: Psa.118:148
προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου.
149 
LXX: Psa.118:149
τῆς φωνῆς μου ἄκουσον, κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆσόν με.
150 
LXX: Psa.118:150
προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
151 
LXX: Psa.118:151
ἐγγὺς εἶ σύ, κύριε, καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια.
152 
LXX: Psa.118:152
κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
153 
LXX: Psa.118:153
κ ρης. Ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην.
154 
LXX: Psa.118:154
κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με.
155 
LXX: Psa.118:155
μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
156 
LXX: Psa.118:156
οἱ οἰκτιρμοί σου πολλοί, κύριε· κατὰ τὸ κρίμα σου ζῆσόν με.
157 
LXX: Psa.118:157
πολλοὶ οἱ ἐκδιώκοντές με· καὶ ἐκθλίβοντές με ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
158 
LXX: Psa.118:158
εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.
159 
LXX: Psa.118:159
ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα· κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.
160 
LXX: Psa.118:160
ἀρχὴ τῶν λόγων σου. ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου
161 
LXX: Psa.118:161
κα σεν. Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν καρδία μου.
162 
LXX: Psa.118:162
ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς εὑρίσκων σκῦλα πολλά.
163 
LXX: Psa.118:163
ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα.
164 
LXX: Psa.118:164
ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
165 
LXX: Psa.118:165
εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
166 
LXX: Psa.118:166
προσεδόκων τὸ σωτήριόν σου, κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα.
167 
LXX: Psa.118:167
ἐφύλαξεν ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα.
168 
LXX: Psa.118:168
ἐφύλαξα τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου κύριε.
169 
LXX: Psa.118:169
κβ θαυ. Ἐγγισάτω δέησίς μου ἐνώπιόν σου, κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.
170 
LXX: Psa.118:170
εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
171 
LXX: Psa.118:171
ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου.
172 
LXX: Psa.118:172
φθέγξαιτο γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
173 
LXX: Psa.118:173
γενέσθω χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
174 
LXX: Psa.118:174
ἐπεπόθησα τὸ σωτήριόν σου, κύριε, καὶ νόμος σου μελέτη μού ἐστιν.
175 
LXX: Psa.118:175
ζήσεται ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
176 
LXX: Psa.118:176
ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ επελαθομην
Copyright information for LXX