Psalms 122

LXX: Psa.121:1
ωδη τῶν ἀναβαθμῶν. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι Εἰς οἶκον κυρίου πορευσόμεθα.
LXX: Psa.121:2
ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ιερουσαλημ.
LXX: Psa.121:3
Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἧς μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.
LXX: Psa.121:4
ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου·
LXX: Psa.121:5
ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυιδ.
LXX: Psa.121:6
ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ, καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε·
LXX: Psa.121:7
γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου. καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου
LXX: Psa.121:8
ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ·
LXX: Psa.121:9
ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.
Copyright information for LXX