Psalms 129

LXX: Psa.128:1
ωδη τῶν ἀναβαθμῶν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ισραηλ,
LXX: Psa.128:2
πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.
LXX: Psa.128:3
ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν·
LXX: Psa.128:4
κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.
LXX: Psa.128:5
αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων.
LXX: Psa.128:6
γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·
LXX: Psa.128:7
οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ θερίζων καὶ τὸν κόλπον αὐτοῦ τὰ δράγματα συλλέγων,
LXX: Psa.128:8
καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.
Copyright information for LXX