Psalms 130

LXX: Psa.129:1
ωδη τῶν ἀναβαθμῶν. Ἐκ βαθέων ἐκέκραξά σε, κύριε·
LXX: Psa.129:2
κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
LXX: Psa.129:3
ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται;
LXX: Psa.129:4
ὅτι παρὰ σοὶ ἱλασμός ἐστιν.
LXX: Psa.129:5
ἕνεκεν τοῦ νόμου σου. ὑπέμεινά σε, κύριε, ὑπέμεινεν ψυχή μου εἰς τὸν λόγον σου
LXX: Psa.129:6
ἤλπισεν ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον.
LXX: Psa.129:7
ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις,
LXX: Psa.129:8
καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Copyright information for LXX