Psalms 132

LXX: Psa.131:1
ωδη τῶν ἀναβαθμῶν. Μνήσθητι, κύριε, τοῦ Δαυιδ καὶ πάσης τῆς πραύτητος αὐτοῦ,
LXX: Psa.131:2
ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ιακωβ
LXX: Psa.131:3
εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
LXX: Psa.131:4
εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου
LXX: Psa.131:5
ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ιακωβ.
LXX: Psa.131:6
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ·
LXX: Psa.131:7
εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.
LXX: Psa.131:8
ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ κιβωτὸς τοῦ ἁγιάσματός σου·
LXX: Psa.131:9
οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
10 
LXX: Psa.131:10
ἕνεκεν Δαυιδ τοῦ δούλου σου. μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου
11 
LXX: Psa.131:11
ὤμοσεν κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν Ἐκ καρποῦ τῆς κοιλίας σου· θήσομαι ἐπὶ τὸν θρόνον σου
12 
LXX: Psa.131:12
ἐὰν φυλάξωνται οἱ υἱοί σου. τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρονου σου
13 
LXX: Psa.131:13
ὅτι ἐξελέξατο κύριος τὴν Σιων, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ
14 
LXX: Psa.131:14
Αὕτη κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν·
15 
LXX: Psa.131:15
τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων,
16 
LXX: Psa.131:16
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται·
17 
LXX: Psa.131:17
ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυιδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου·
18 
LXX: Psa.131:18
τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Copyright information for LXX