Psalms 134

LXX: Psa.133:1
ωδη τῶν ἀναβαθμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.
LXX: Psa.133:2
ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν κύριον.
LXX: Psa.133:3
εὐλογήσει σε κύριος ἐκ Σιων ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Copyright information for LXX