Psalms 137

LXX: Psa.136:1
τῷ Δαυιδ. Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν Τῷ μνησθῆναι ἡμᾶς τῆς Σιων.
LXX: Psa.136:2
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·
LXX: Psa.136:3
ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον ασατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιων.
LXX: Psa.136:4
πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
LXX: Psa.136:5
ἐὰν ἐπιλάθωμαί σου, Ιερουσαλημ, ἐπιλησθείη δεξιά μου·
LXX: Psa.136:6
κολληθείη γλῶσσά μου, τῷ λάρυγγί μου. ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ιερουσαλημ ἐν ἀρχῇ τῆς ευφροσυνης μου
LXX: Psa.136:7
μνήσθητι, κύριε, τῶν υἱῶν Εδωμ τὴν ἡμέραν Ιερουσαλημ τῶν λεγόντων ἐκκενοῦτε, Ἐκκενοῦτε ἕως θεμέλιος ἐν αὐτῇ.
LXX: Psa.136:8
θυγάτηρ Βαβυλῶνος ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ανταπεδωκας ἡμῖν·
LXX: Psa.136:9
μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.
Copyright information for LXX