Psalms 139

LXX: Psa.138:1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. Κύριε, ἐδοκίμασάς με· καὶ ἔγνως με
LXX: Psa.138:2
σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
LXX: Psa.138:3
τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες.
LXX: Psa.138:4
ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου,
LXX: Psa.138:5
ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου.
LXX: Psa.138:6
ἐθαυμαστώθη γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
LXX: Psa.138:7
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
LXX: Psa.138:8
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
LXX: Psa.138:9
ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
10 
LXX: Psa.138:10
καὶ γὰρ ἐκεῖ χείρ σου. ὁδηγήσει με, καὶ καθέξει με δεξιά σου
11 
LXX: Psa.138:11
καὶ εἶπα Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·
12 
LXX: Psa.138:12
ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
13 
LXX: Psa.138:13
ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε, ἀντελάβου μου. ἐκ γαστρὸς μητρός μου
14 
LXX: Psa.138:14
ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθην· θαυμάσια τὰ ἔργα σου, καὶ ψυχή μου γινώσκει σφόδρα.
15 
LXX: Psa.138:15
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ἐποίησας ἐν κρυφῇ. καὶ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·
16 
LXX: Psa.138:16
τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς.
17 
LXX: Psa.138:17
ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
18 
LXX: Psa.138:18
ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
19 
LXX: Psa.138:19
ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ.
20 
LXX: Psa.138:20
ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου.
21 
LXX: Psa.138:21
οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην;
22 
LXX: Psa.138:22
τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
23 
LXX: Psa.138:23
δοκίμασόν με, θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου
24 
LXX: Psa.138:24
καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.
Copyright information for LXX