Psalms 147

LXX: Psa.146:1
Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.
LXX: Psa.146:2
οἰκοδομῶν Ιερουσαλημ κύριος καὶ τὰς διασπορὰς τοῦ Ισραηλ ἐπισυνάξει,
LXX: Psa.146:3
ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν,
LXX: Psa.146:4
ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
LXX: Psa.146:5
μέγας κύριος ἡμῶν, καὶ μεγάλη ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.
LXX: Psa.146:6
ἀναλαμβάνων πραεῖς κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.
LXX: Psa.146:7
ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ,
LXX: Psa.146:8
τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον [καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,]
LXX: Psa.146:9
διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.
10 
LXX: Psa.146:10
οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·
11 
LXX: Psa.146:11
εὐδοκεῖ κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.
12 
LXX: Psa.147:1
Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Ἐπαίνει, Ιερουσαλημ, τὸν κύριον, αἴνει τὸν θεόν σου, Σιων,
13 
LXX: Psa.147:2
ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί·
14 
LXX: Psa.147:3
τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·
15 
LXX: Psa.147:4
ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται λόγος αὐτοῦ
16 
LXX: Psa.147:5
τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος,
17 
LXX: Psa.147:6
βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;
18 
LXX: Psa.147:7
ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.
19 
LXX: Psa.147:8
ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ιακωβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ.
20 
LXX: Psa.147:9
οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.
Copyright information for LXX