Psalms 19

LXX: Psa.18:1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
LXX: Psa.18:2
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·
LXX: Psa.18:3
ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
LXX: Psa.18:4
οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·
LXX: Psa.18:5
εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ·
LXX: Psa.18:6
καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.
LXX: Psa.18:7
ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.
LXX: Psa.18:8
νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια·
LXX: Psa.18:9
τὰ δικαιώματα κυρίου εὐθεῖα, εὐφραίνοντα καρδίαν· ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς·
LXX: Psa.18:10
φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό,
10 
LXX: Psa.18:11
ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.
11 
LXX: Psa.18:12
καὶ γὰρ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
12 
LXX: Psa.18:13
παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με.
13 
LXX: Psa.18:14
καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσιν, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.
14 
LXX: Psa.18:15
καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου. καὶ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός, κύριε βοηθέ μου καὶ λυτρωτά μου
Copyright information for LXX