Psalms 26

LXX: Psa.25:1
Τοῦ Δαυιδ. Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω.
LXX: Psa.25:2
δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου. καὶ τὴν καρδίαν μου
LXX: Psa.25:3
ὅτι τὸ ἔλεός σου. κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου
LXX: Psa.25:4
οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·
LXX: Psa.25:5
ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
LXX: Psa.25:6
νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε,
LXX: Psa.25:7
τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
LXX: Psa.25:8
κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου. καὶ τόπον σκηνώματος δόξης σου
LXX: Psa.25:9
μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου
10 
LXX: Psa.25:10
ὧν ἐν χερσὶν ἀνομίαι, δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
11 
LXX: Psa.25:11
ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με. καὶ ἐλέησόν με
12 
LXX: Psa.25:12
γὰρ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε.
Copyright information for LXX