Psalms 31

LXX: Psa.30:1
εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ· ἐκστάσεως.
LXX: Psa.30:2
Ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην Εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με. καὶ ἐξελοῦ με
LXX: Psa.30:3
κλῖνον πρός με· τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με
LXX: Psa.30:4
ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με· καὶ διαθρέψεις με
LXX: Psa.30:5
ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὑπερασπιστής μου.
LXX: Psa.30:6
εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, κύριε θεὸς τῆς ἀληθείας.
LXX: Psa.30:7
ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς· ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα.
LXX: Psa.30:8
ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου
LXX: Psa.30:9
καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
LXX: Psa.30:10
ἐλέησόν με, κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὀφθαλμός μου, ψυχή μου. καὶ γαστήρ μου
10 
LXX: Psa.30:11
ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ζωή μου, καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.
11 
LXX: Psa.30:12
παρὰ πάντας τοὺς ἐχθρούς μου, ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα καὶ φόβος τοῖς γνωστοῖς μου οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ.
12 
LXX: Psa.30:13
ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.
13 
LXX: Psa.30:14
ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ' ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.
14 
LXX: Psa.30:15
ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα, κύριε· εἶπα Σὺ εἶ θεός μου.
15 
LXX: Psa.30:16
ἐν ταῖς χερσίν σου οἱ καιροί μου· ῥῦσαί με. ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με
16 
LXX: Psa.30:17
ἐπίφανον τὸ πρόσωπόν σου, ἐπὶ τὸν δοῦλόν σου. σῶσόν με ἐν τῷ ἐλέει σου
17 
LXX: Psa.30:18
κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου.
18 
LXX: Psa.30:19
ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.
19 
LXX: Psa.30:20
ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε, ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.
20 
LXX: Psa.30:21
κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.
21 
LXX: Psa.30:22
εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πολει περιοχῆς.
22 
LXX: Psa.30:23
ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου Ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
23 
LXX: Psa.30:24
ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ κύριος καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.
24 
LXX: Psa.30:25
ἀνδρίζεσθε, καὶ κραταιούσθω καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον.
Copyright information for LXX