Psalms 38

LXX: Psa.37:1
Ψαλμὸς τῷ Δαυιδ· εἰς ἀνάμνησιν περὶ σαββάτου.
LXX: Psa.37:2
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
LXX: Psa.37:3
ὅτι τὰ βέλη σου· ἐνεπάγησάν μοι, καὶ ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χεῖρά σου
LXX: Psa.37:4
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. ἀπὸ προσώπου τῆς οργης σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου
LXX: Psa.37:5
ὅτι αἱ ἀνομίαι μου, ὑπερῆραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.
LXX: Psa.37:6
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου· ἀπὸ προσώπου τῆς ἀφροσύνης μου
LXX: Psa.37:7
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
LXX: Psa.37:8
ὅτι αἱ ψύαι μου· ἐπλήσθησαν ἐμπαιγμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου
LXX: Psa.37:9
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
LXX: Psa.37:10
κύριε, ἐναντίον σοῦ πᾶσα ἐπιθυμία μου, καὶ στεναγμός μου ἀπὸ σου οὐκ ἐκρύβη.
10 
LXX: Psa.37:11
καρδία μου, ἐταράχθη, ἐγκατέλιπέν με ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμοῦ.
11 
LXX: Psa.37:12
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·
12 
LXX: Psa.37:13
καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
13 
LXX: Psa.37:14
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ
14 
LXX: Psa.37:15
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
15 
LXX: Psa.37:16
ὅτι ἐπὶ σοί, κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, κύριε θεός μου.
16 
LXX: Psa.37:17
ὅτι εἶπα Μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν.
17 
LXX: Psa.37:18
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός.
18 
LXX: Psa.37:19
ὅτι τὴν ἀνομίαν μου. ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου
19 
LXX: Psa.37:20
οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·
20 
LXX: Psa.37:21
οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην, [καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον.]
21 
LXX: Psa.37:22
μὴ ἐγκαταλίπῃς με, κύριε· θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ·
22 
LXX: Psa.37:23
πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου.
Copyright information for LXX