Psalms 42

LXX: Psa.41:1
εἰς τὸ τέλος· Εἰς σύνεσιν τοῖς υἱοῖς Κορε.
LXX: Psa.41:2
Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σέ, θεός.
LXX: Psa.41:3
ἐδίψησεν ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;
LXX: Psa.41:4
ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν Ποῦ ἐστιν θεός σου;
LXX: Psa.41:5
ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.
LXX: Psa.41:6
ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου. θεός μου
LXX: Psa.41:7
πρὸς ἐμαυτὸν ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιιμ, ἀπὸ ὄρους μικροῦ.
LXX: Psa.41:8
ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον.
LXX: Psa.41:9
ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ παρ' ἐμοί, προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου.
LXX: Psa.41:10
ἐρῶ τῷ θεῷ Ἀντιλήμπτωρ μου; εἶ· διὰ τί μου ἐπελάθου; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου
10 
LXX: Psa.41:11
ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλιβοντες με ἐν τῷ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν Ποῦ ἐστιν θεός σου;
11 
LXX: Psa.41:12
ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτηρία τοῦ προσώπου μου. θεός μου
Copyright information for LXX