Psalms 45

LXX: Psa.44:1
εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κορε Εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.
LXX: Psa.44:2
Ἐξηρεύξατο καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
LXX: Psa.44:3
ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσίν σου· διὰ τοῦτο εὐλόγησέν σε θεὸς εἰς τὸν αἰῶνα.
LXX: Psa.44:4
περίζωσαι τὴν ῥομφαίαν σου, ἐπὶ τὸν μηρόν σου δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου
LXX: Psa.44:5
καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραύτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς δεξιά σου.
LXX: Psa.44:6
τὰ βέλη σου ἠκονημένα, δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.
LXX: Psa.44:7
θρόνος σου, θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ῥάβδος τῆς βασιλείας σου.
LXX: Psa.44:8
ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε θεὸς θεός σου. ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
LXX: Psa.44:9
σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε.
LXX: Psa.44:10
θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη.
10 
LXX: Psa.44:11
ἄκουσον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου
11 
LXX: Psa.44:12
ὅτι ἐπεθύμησεν βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν κύριός σου.
12 
LXX: Psa.44:13
καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις, τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
13 
LXX: Psa.44:14
πᾶσα δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη.
14 
LXX: Psa.44:15
ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι·
15 
LXX: Psa.44:16
ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως.
16 
LXX: Psa.44:17
ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.
17 
LXX: Psa.44:18
μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Copyright information for LXX