Psalms 47

LXX: Psa.46:1
Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός.
LXX: Psa.46:2
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως,
LXX: Psa.46:3
ὅτι κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
LXX: Psa.46:4
ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
LXX: Psa.46:5
ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ιακωβ, ἣν ἠγάπησεν. διάψαλμα.
LXX: Psa.46:6
ἀνέβη θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος.
LXX: Psa.46:7
ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,
LXX: Psa.46:8
ὅτι βασιλεὺς πάσης τῆς γῆς θεός, ψάλατε συνετῶς.
LXX: Psa.46:9
ἐβασίλευσεν θεὸς ἐπὶ τὰ ἔθνη, θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
LXX: Psa.46:10
ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Αβρααμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς, σφόδρα ἐπήρθησαν.
Copyright information for LXX