Psalms 48

LXX: Psa.47:1
Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε· δευτέρᾳ σαββάτου.
LXX: Psa.47:2
Μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ,
LXX: Psa.47:3
εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. ὄρη Σιων, τὰ πλευρὰ τοῦ βορρᾶ, πόλις τοῦ βασιλέως τοῦ μεγάλου,
LXX: Psa.47:4
θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.
LXX: Psa.47:5
ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό·
LXX: Psa.47:6
αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν,
LXX: Psa.47:7
τρόμος ἐπελάβετο αὐτῶν, ἐκεῖ ὠδῖνες ὡς τικτούσης.
LXX: Psa.47:8
ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις.
LXX: Psa.47:9
καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν· θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. διάψαλμα.
LXX: Psa.47:10
ὑπελάβομεν, θεός, τὸ ἔλεός σου. ἐν μέσῳ τοῦ ναοῦ σου
10 
LXX: Psa.47:11
κατὰ τὸ ὄνομά σου, θεός, οὕτως καὶ αἴνεσίς σου. ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης δεξιά σου
11 
LXX: Psa.47:12
εὐφρανθήτω τὸ ὄρος Σιων, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου, κύριε.
12 
LXX: Psa.47:13
κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς,
13 
LXX: Psa.47:14
θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν.
14 
LXX: Psa.47:15
ὅτι οὗτός ἐστιν θεὸς θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.
Copyright information for LXX