Psalms 52

LXX: Psa.51:1
εἰς τὸ τέλος· συνέσεως τῷ Δαυιδ
LXX: Psa.51:2
ἐν τῷ ἐλθεῖν Δωηκ τὸν Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαουλ καὶ εἰπεῖν αὐτῷ Ἦλθεν Δαυιδ Εἰς τὸν οἶκον Αβιμελεχ.
LXX: Psa.51:3
Τί ἐγκαυχᾷ ἐν κακίᾳ, δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν;
LXX: Psa.51:4
ἀδικίαν ἐλογίσατο γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.
LXX: Psa.51:5
ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. διάψαλμα.
LXX: Psa.51:6
ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.
LXX: Psa.51:7
διὰ τοῦτο θεὸς καθελεῖ σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. διάψαλμα.
LXX: Psa.51:8
καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ' αὐτὸν γελάσονται καὶ ἐροῦσιν
LXX: Psa.51:9
Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.
LXX: Psa.51:10
ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
LXX: Psa.51:11
ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.
Copyright information for LXX