Psalms 54

LXX: Psa.53:1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ
LXX: Psa.53:2
ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμῖν;
LXX: Psa.53:3
θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με. καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με
LXX: Psa.53:4
θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
LXX: Psa.53:5
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα.
LXX: Psa.53:6
ἰδοὺ γὰρ θεὸς βοηθεῖ μοι, καὶ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
LXX: Psa.53:7
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς.
LXX: Psa.53:8
ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν·
LXX: Psa.53:9
ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου. ἐπεῖδεν ὀφθαλμός μου
Copyright information for LXX