Psalms 6

Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυιδ.
LXX: Psa.6:2
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
LXX: Psa.6:3
ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου,
LXX: Psa.6:4
καὶ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, κύριε, ἕως πότε;
LXX: Psa.6:5
ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.
LXX: Psa.6:6
ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;
LXX: Psa.6:7
ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.
LXX: Psa.6:8
ἐταράχθη ἀπὸ θυμοῦ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου.
LXX: Psa.6:9
ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου·
LXX: Psa.6:10
εἰσήκουσεν κύριος τῆς δεήσεώς μου, κύριος τὴν προσευχήν μου προσεδέξατο.
10 
LXX: Psa.6:11
αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.
Copyright information for LXX