Psalms 61

LXX: Psa.60:1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυιδ.
LXX: Psa.60:2
Εἰσάκουσον, θεός, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου.
LXX: Psa.60:3
ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου· ἐν πέτρᾳ ὕψωσάς με,
LXX: Psa.60:4
ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.
LXX: Psa.60:5
παροικήσω ἐν τῷ σκηνώματί σου. εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου διάψαλμα.
LXX: Psa.60:6
ὅτι σύ, θεός, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.
LXX: Psa.60:7
ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις, ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.
LXX: Psa.60:8
διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;
LXX: Psa.60:9
οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.
Copyright information for LXX