Psalms 62

LXX: Psa.61:1
Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· ψαλμὸς τῷ Δαυιδ.
LXX: Psa.61:2
Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου·
LXX: Psa.61:3
καὶ γὰρ αὐτὸς θεός μου, καὶ σωτήρ μου· ἀντιλήμπτωρ μου οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.
LXX: Psa.61:4
ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.
LXX: Psa.61:5
πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν ψεύδει, τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα.
LXX: Psa.61:6
πλὴν τῷ θεῷ ὑποτάγηθι, ψυχή μου, ὅτι παρ' αὐτοῦ ὑπομονή μου·
LXX: Psa.61:7
ὅτι αὐτὸς θεός μου, καὶ σωτήρ μου· ἀντιλήμπτωρ μου οὐ μὴ μεταναστεύσω.
LXX: Psa.61:8
ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου· καὶ δόξα μου, θεὸς τῆς βοηθείας μου καὶ ἐλπίς μου ἐπὶ τῷ θεῷ.
LXX: Psa.61:9
ἐλπίσατε ἐπ' αὐτόν, πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· θεὸς βοηθὸς ἡμῶν. διάψαλμα.
LXX: Psa.61:10
πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.
10 
LXX: Psa.61:11
μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
11 
LXX: Psa.61:12
ἅπαξ ἐλάλησεν θεός, δύο ταῦτα ἤκουσα,
12 
LXX: Psa.61:13
ὅτι τὸ κράτος τοῦ θεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Copyright information for LXX