Psalms 63

LXX: Psa.62:1
Ψαλμὸς τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ιουδαίας.
LXX: Psa.62:2
θεὸς θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέν σοι ψυχή μου. ποσαπλῶς σοι σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ;
LXX: Psa.62:3
οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου. καὶ τὴν δόξαν σου
LXX: Psa.62:4
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσίν σε.
LXX: Psa.62:5
οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
LXX: Psa.62:6
ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
LXX: Psa.62:7
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
LXX: Psa.62:8
ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
LXX: Psa.62:9
ἐκολλήθη ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο δεξιά σου.
LXX: Psa.62:10
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·
10 
LXX: Psa.62:11
παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
11 
LXX: Psa.62:12
δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ, ἐπαινεσθήσεται πᾶς ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Copyright information for LXX