Psalms 65

LXX: Psa.64:1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ, ᾠδή· Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ τοῦ λόγου τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι.
LXX: Psa.64:2
σοὶ πρέπει ὕμνος, θεός, ἐν Σιων, καὶ Σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ.
LXX: Psa.64:3
εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει.
LXX: Psa.64:4
λόγοι ἀνομιῶν ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ.
LXX: Psa.64:5
μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
LXX: Psa.64:6
ἐπάκουσον ἡμῶν, θεὸς σωτὴρ ἡμῶν, ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ ἐν θαλάσσῃ μακράν,
LXX: Psa.64:7
ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ,
LXX: Psa.64:8
συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. ταραχθήσονται τὰ ἔθνη,
LXX: Psa.64:9
καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημειων σου· ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις.
LXX: Psa.64:10
ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἑτοιμασία σου.
10 
LXX: Psa.64:11
τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.
11 
LXX: Psa.64:12
εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος·
12 
LXX: Psa.64:13
πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.
13 
LXX: Psa.64:14
ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.
Copyright information for LXX