Psalms 69

LXX: Psa.68:1
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυιδ.
LXX: Psa.68:2
Σῶσόν με, θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
LXX: Psa.68:3
ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέν με.
LXX: Psa.68:4
ἐκοπίασα κράζων, ἐβραγχίασεν λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου. ἀπὸ τοῦ ἐλπίζειν ἐπὶ τὸν θεόν μου
LXX: Psa.68:5
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισουντες με δωρεάν, ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· οὐχ ἥρπασα, τότε ἀπετίννυον.
LXX: Psa.68:6
θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.
LXX: Psa.68:7
μὴ αἰσχυνθείησαν ἐπ' ἐμοὶ οἱ ὑπομένοντές σε, κύριε κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπ' ἐμοὶ οἱ ζητοῦντές σε, θεὸς τοῦ Ισραηλ,
LXX: Psa.68:8
ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.
LXX: Psa.68:9
ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου
LXX: Psa.68:10
ὅτι ζῆλος τοῦ οἴκου σου κατέφαγέν με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.
10 
LXX: Psa.68:11
καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί·
11 
LXX: Psa.68:12
καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
12 
LXX: Psa.68:13
κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον.
13 
LXX: Psa.68:14
ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, κύριε· καιρὸς εὐδοκίας, θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.
14 
LXX: Psa.68:15
σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων·
15 
LXX: Psa.68:16
μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.
16 
LXX: Psa.68:17
εἰσάκουσόν μου, κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ.
17 
LXX: Psa.68:18
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, ἀπὸ τοῦ παιδός σου ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.
18 
LXX: Psa.68:19
πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.
19 
LXX: Psa.68:20
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου· καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου ἐναντίον σου πάντες οἱ θλίβοντές με.
20 
LXX: Psa.68:21
ὀνειδισμὸν προσεδόκησεν ψυχή μου καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον.
21 
LXX: Psa.68:22
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
22 
LXX: Psa.68:23
γενηθήτω τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον·
23 
LXX: Psa.68:24
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον·
24 
LXX: Psa.68:25
ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
25 
LXX: Psa.68:26
γενηθήτω ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω κατοικῶν·
26 
LXX: Psa.68:27
ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέθηκαν.
27 
LXX: Psa.68:28
πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·
28 
LXX: Psa.68:29
ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.
29 
LXX: Psa.68:30
πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ, καὶ σωτηρία τοῦ προσώπου σου, θεός, ἀντελάβετό μου.
30 
LXX: Psa.68:31
αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,
31 
LXX: Psa.68:32
καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.
32 
LXX: Psa.68:33
ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ψυχὴ ὑμῶν,
33 
LXX: Psa.68:34
ὅτι εἰσήκουσεν τῶν πενήτων κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.
34 
LXX: Psa.68:35
αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.
35 
LXX: Psa.68:36
ὅτι θεὸς σώσει τὴν Σιων, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν·
36 
LXX: Psa.68:37
καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.
Copyright information for LXX