Psalms 71

LXX: Psa.70:1
Τῷ Δαυιδ· υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. θεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
LXX: Psa.70:2
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με. κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με
LXX: Psa.70:3
γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.
LXX: Psa.70:4
θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·
LXX: Psa.70:5
ὅτι σὺ εἶ ὑπομονή μου, κύριε· κύριος ἐλπίς μου. ἐκ νεότητός μου
LXX: Psa.70:6
ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ὕμνησίς μου διὰ παντός.
LXX: Psa.70:7
ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός.
LXX: Psa.70:8
πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
LXX: Psa.70:9
μὴ ἀπορρίψῃς με. εἰς καιρὸν γήρους, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με
10 
LXX: Psa.70:10
ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ
11 
LXX: Psa.70:11
λέγοντες θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ῥυόμενος.
12 
LXX: Psa.70:12
θεός, μὴ μακρύνῃς ἀπ' ἐμοῦ· θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.
13 
LXX: Psa.70:13
αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχην μου, περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακα μοι.
14 
LXX: Psa.70:14
ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.
15 
LXX: Psa.70:15
τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων γραμματείας.
16 
LXX: Psa.70:16
εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου· κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.
17 
LXX: Psa.70:17
ἐδίδαξάς με, θεός, ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου.
18 
LXX: Psa.70:18
καὶ ἕως γήρους καὶ πρεσβείου, θεός, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου. πάσῃ τῇ γενεᾷ τῇ ερχομενη τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου
19 
LXX: Psa.70:19
θεός, ἕως ὑψίστων ἐποίησας μεγαλεῖα· θεός, τίς ὅμοιός σοι;
20 
LXX: Psa.70:20
ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με. καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με
21 
LXX: Psa.70:21
ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με.] [καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με
22 
LXX: Psa.70:22
καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν αληθειαν σου, θεός· ψαλῶ σοι ἐν κιθάρᾳ, ἅγιος τοῦ Ισραηλ.
23 
LXX: Psa.70:23
ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι, καὶ ψυχή μου, ἣν ἐλυτρώσω.
24 
LXX: Psa.70:24
ἔτι δὲ καὶ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.
Copyright information for LXX