Psalms 76

LXX: Psa.75:1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ασαφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον.
LXX: Psa.75:2
Γνωστὸς ἐν τῇ Ιουδαίᾳ θεός, ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ.
LXX: Psa.75:3
καὶ ἐγενήθη ἐν εἰρήνῃ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων·
LXX: Psa.75:4
ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. διάψαλμα,
LXX: Psa.75:5
φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.
LXX: Psa.75:6
ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
LXX: Psa.75:7
ἀπὸ ἐπιτιμήσεώς σου, θεὸς Ιακωβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.
LXX: Psa.75:8
σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ὀργή σου.
LXX: Psa.75:9
ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν
LXX: Psa.75:10
ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. διάψαλμα.
10 
LXX: Psa.75:11
ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.
11 
LXX: Psa.75:12
εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα
12 
LXX: Psa.75:13
τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
Copyright information for LXX