Psalms 85

LXX: Psa.84:1
Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός.
LXX: Psa.84:2
Εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ·
LXX: Psa.84:3
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. διάψαλμα.
LXX: Psa.84:4
κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
LXX: Psa.84:5
ἐπίστρεψον ἡμᾶς, θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν.
LXX: Psa.84:6
μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;
LXX: Psa.84:7
θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.
LXX: Psa.84:8
δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
LXX: Psa.84:9
ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος θεός, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν.
LXX: Psa.84:10
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
10 
LXX: Psa.84:11
ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν·
11 
LXX: Psa.84:12
ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.
12 
LXX: Psa.84:13
καὶ γὰρ κύριος δώσει χρηστότητα, καὶ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς·
13 
LXX: Psa.84:14
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.
Copyright information for LXX