Psalms 86

LXX: Psa.85:1
Προσευχὴ τῷ Δαυιδ. Κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.
LXX: Psa.85:2
φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
LXX: Psa.85:3
ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.
LXX: Psa.85:4
εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου.
LXX: Psa.85:5
ὅτι σύ, κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
LXX: Psa.85:6
ἐνώτισαι, κύριε, τὴν προσευχήν μου. καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου
LXX: Psa.85:7
ἐν ἡμέρᾳ θλίψεώς μου. ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου
LXX: Psa.85:8
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου.
LXX: Psa.85:9
πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου,
10 
LXX: Psa.85:10
ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ θεὸς μόνος μέγας.
11 
LXX: Psa.85:11
ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
12 
LXX: Psa.85:12
ἐξομολογήσομαί σοι, κύριε θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα,
13 
LXX: Psa.85:13
ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
14 
LXX: Psa.85:14
θεός, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.
15 
LXX: Psa.85:15
καὶ σύ, κύριε θεός, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
16 
LXX: Psa.85:16
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου. τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου
17 
LXX: Psa.85:17
ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με. καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με
Copyright information for LXX