Psalms 87

LXX: Psa.86:1
τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν Τοῖς ἁγίοις·
LXX: Psa.86:2
ἀγαπᾷ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ.
LXX: Psa.86:3
δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, πόλις τοῦ θεοῦ. διάψαλμα.
LXX: Psa.86:4
μνησθήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.
LXX: Psa.86:5
Μήτηρ Σιων, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὕψιστος.
LXX: Psa.86:6
κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα.
LXX: Psa.86:7
ὡς εὐφραινομένων πάντων κατοικία ἐν σοί.
Copyright information for LXX