Psalms 88

LXX: Psa.87:1
ωδη ψαλμοῦ τοῖς υἱοῖς Κορε· εἰς τὸ τέλος, ὑπὲρ μαελεθ τοῦ ἀποκριθῆναι· συνέσεως Αιμαν τῷ Ισραηλίτῃ.
LXX: Psa.87:2
Κύριε θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
LXX: Psa.87:3
εἰσελθάτω ἐνώπιόν σου προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, κύριε.
LXX: Psa.87:4
ὅτι ἐπλήσθη κακῶν ψυχή μου, καὶ ζωή μου τῷ ᾅδῃ ἤγγισεν·
LXX: Psa.87:5
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,
LXX: Psa.87:6
ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
LXX: Psa.87:7
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
LXX: Psa.87:8
ἐπ' ἐμὲ ἐπεστηρίχθη θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ' ἐμὲ ἐπήγαγες. διάψαλμα.
LXX: Psa.87:9
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
LXX: Psa.87:10
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
10 
LXX: Psa.87:11
Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἰατροὶ ἀναστήσουσιν, καὶ ἐξομολογήσονταί σοι;
11 
LXX: Psa.87:12
μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
12 
LXX: Psa.87:13
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
13 
LXX: Psa.87:14
κἀγὼ πρὸς σέ, κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ προσευχή μου προφθάσει σε.
14 
LXX: Psa.87:15
ἵνα τί, κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;
15 
LXX: Psa.87:16
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
16 
LXX: Psa.87:17
ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με,
17 
LXX: Psa.87:18
ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα.
18 
LXX: Psa.87:19
ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Copyright information for LXX