Psalms 9

Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυιδ.
LXX: Psa.9:2
Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου·
LXX: Psa.9:3
εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε.
LXX: Psa.9:4
ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου,
LXX: Psa.9:5
ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου ἐκάθισας ἐπὶ θρόνου, κρίνων δικαιοσύνην.
LXX: Psa.9:6
ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ἀσεβής, τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
LXX: Psa.9:7
τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες, ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ' ἤχους.
LXX: Psa.9:8
καὶ κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ,
LXX: Psa.9:9
καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
LXX: Psa.9:10
καὶ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει·
10 
LXX: Psa.9:11
καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, κύριε.
11 
LXX: Psa.9:12
ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιων, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ,
12 
LXX: Psa.9:13
ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.
13 
LXX: Psa.9:14
ἐλέησόν με, κύριε, ἰδὲ τὴν ταπείνωσίν μου, ἐκ τῶν ἐχθρῶν μου ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,
14 
LXX: Psa.9:15
ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου. ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου
15 
LXX: Psa.9:16
ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ἐποίησαν, ἐν παγίδι ταύτῃ, ἔκρυψαν, συνελήμφθη ποὺς αὐτῶν·
16 
LXX: Psa.9:17
γινώσκεται κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ἁμαρτωλός. ᾠδὴ διαψάλματος.
17 
LXX: Psa.9:18
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ·
18 
LXX: Psa.9:19
ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται πτωχός, ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.
19 
LXX: Psa.9:20
ἀνάστηθι, κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου·
20 
LXX: Psa.9:21
κατάστησον, κύριε, νομοθέτην ἐπ' αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν. διάψαλμα.
Copyright information for LXX