Psalms 91

LXX: Psa.90:1
Αἶνος ᾠδῆς τῷ Δαυιδ. κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
LXX: Psa.90:2
ἐρεῖ τῷ κυρίῳ Ἀντιλήμπτωρ μου, εἶ καὶ καταφυγή μου, θεός μου ἐλπιῶ ἐπ' αὐτόν,
LXX: Psa.90:3
ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους.
LXX: Psa.90:4
ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἀλήθεια αὐτοῦ.
LXX: Psa.90:5
οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας,
LXX: Psa.90:6
ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
LXX: Psa.90:7
πεσεῖται ἐκ τοῦ κλίτους σου, χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·
LXX: Psa.90:8
πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.
LXX: Psa.90:9
ὅτι σύ, κύριε, ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγήν σου.
10 
LXX: Psa.90:10
οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου,
11 
LXX: Psa.90:11
ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·
12 
LXX: Psa.90:12
ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου·
13 
LXX: Psa.90:13
ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
14 
LXX: Psa.90:14
ὅτι ἐπ' ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.
15 
LXX: Psa.90:15
ἐπικαλέσεταί με, καὶ εἰσακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐν θλίψει καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν.
16 
LXX: Psa.90:16
μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Copyright information for LXX