Psalms 92

LXX: Psa.91:1
Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου.
LXX: Psa.91:2
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε,
LXX: Psa.91:3
τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
LXX: Psa.91:4
ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ.
LXX: Psa.91:5
ὅτι εὔφρανάς με, κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
LXX: Psa.91:6
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου.
LXX: Psa.91:7
ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.
LXX: Psa.91:8
ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
LXX: Psa.91:9
σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, κύριε·
LXX: Psa.91:10
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
10 
LXX: Psa.91:11
καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι,
11 
LXX: Psa.91:12
καὶ ἐπεῖδεν ὀφθαλμός μου, ἐν τοῖς ἐχθροῖς μου. καὶ ἐν τοῖς ἐπανιστανομένοις ἐπ' ἐμὲ πονηρευομένοις ακουσεται τὸ οὖς μου
12 
LXX: Psa.91:13
δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
13 
LXX: Psa.91:14
πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν·
14 
LXX: Psa.91:15
ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται
15 
LXX: Psa.91:16
τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Copyright information for LXX