Psalms 96

LXX: Psa.95:1
Ὅτε οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αιχμαλωσιαν ᾠδὴ τῷ Δαυιδ. ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ασατε τῷ κυρίῳ, πᾶσα γῆ·
LXX: Psa.95:2
ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ·
LXX: Psa.95:3
ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
LXX: Psa.95:4
ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς·
LXX: Psa.95:5
ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν·
LXX: Psa.95:6
ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
LXX: Psa.95:7
ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν·
LXX: Psa.95:8
ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ·
LXX: Psa.95:9
προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα γῆ.
10 
LXX: Psa.95:10
εἴπατε ἐν τοῖς ἔθνεσιν κύριος ἐβασίλευσεν, καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
11 
LXX: Psa.95:11
εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω γῆ, σαλευθήτω θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·
12 
LXX: Psa.95:12
χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ
13 
LXX: Psa.95:13
πρὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
Copyright information for LXX