Psalms 98

LXX: Psa.97:1
Ψαλμὸς τῷ Δαυιδ. ασατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν κύριος· ἔσωσεν αὐτῷ δεξιὰ αὐτοῦ καὶ βραχίων ἅγιος αὐτοῦ.
LXX: Psa.97:2
ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.
LXX: Psa.97:3
ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.
LXX: Psa.97:4
ἀλαλάξατε τῷ θεῷ, πᾶσα γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε·
LXX: Psa.97:5
ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ·
LXX: Psa.97:6
ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου.
LXX: Psa.97:7
σαλευθήτω θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ·
LXX: Psa.97:8
ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται,
LXX: Psa.97:9
ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.
Copyright information for LXX