Song of Solomon 7

LXX: Sng.7:2
Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν, θύγατερ ναδαβ ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου·
LXX: Sng.7:3
ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις·
LXX: Sng.7:4
δυο μαστοι σου ως δυο νεβροι διδυμοι δορκαδος
LXX: Sng.7:5
τράχηλός σου ὡς πύργος ἐλεφάντινος· ὀφθαλμοί σου ὡς λίμναι ἐν εσεβων εν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου ως πύργος τοῦ λιβανου σκοπεύων πρόσωπον δαμασκου
LXX: Sng.7:6
κεφαλή σου ἐπὶ σὲ ὡς καρμηλος και πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
LXX: Sng.7:7
τί ὡραιώθης καὶ τι ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου
LXX: Sng.7:8
τοῦτο μέγεθός σου; ὡμοιώθη τω φοινικι καὶ οἱ μαστοι σου τοῖς βότρυσιν.
LXX: Sng.7:9
εἶπα αναβησομαι ἐν τῷ φοίνικι κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου και ὀσμὴ ῥινός σου ως μῆλα
LXX: Sng.7:10
καὶ λάρυγξ σου ὡς οἶνος ἀγαθὸς πορευόμενος τῷ αδελφιδω μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.
10 
LXX: Sng.7:11
εγω τῷ ἀδελφιδῷ μου καὶ ἐπ' ἐμὲ ἐπιστροφὴ αὐτοῦ.
11 
LXX: Sng.7:12
ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εις ἀγρόν, αὐλισθῶμεν ἐν κώμαις·
12 
LXX: Sng.7:13
ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἄμπελος, ἤνθησεν κυπρισμός, ἤνθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου, σοί.
13 
LXX: Sng.7:14
οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.
Copyright information for LXX