1 Corinthians 13

εαν ταις γλωσσαις των ανθρωπων λαλω και των αγγελων αγαπην δε μη εχω γεγονα χαλκος ηχων η κυμβαλον αλαλαζον καὶ ἐὰν εχω προφητειαν και ειδω τα μυστηρια παντα και πασαν την γνωσιν καὶ ἐὰν εχω πασαν την πιστιν ωστε ορη μεθιστάναι αγαπην δε μη εχω ουθεν ειμι καὶ ἐὰν ψωμισω παντα τα υπαρχοντα μου καὶ ἐὰν παραδω το σωμα μου ινα καυθήσομαι αγαπην δε μη εχω ουδεν ωφελουμαι η αγαπη μακροθυμει χρηστευεται η αγαπη ου ζηλοι ἡ ἀγάπη ου περπερευεται ου φυσιουται ουκ ασχημονει ου ζητει τα εαυτης ου παροξυνεται ου λογιζεται το κακον ου χαιρει επι τη αδικια συνχαίρει δε τη αληθεια παντα στεγει παντα πιστευει παντα ελπιζει παντα υπομενει η αγαπη ουδεποτε πιπτει ειτε δε προφητειαι καταργηθησονται ειτε γλωσσαι παυσονται ειτε γνωσις καταργηθησεται εκ μερους γαρ γινωσκομεν και εκ μερους προφητευομεν 10 οταν δε ελθη το τελειον το εκ μερους καταργηθησεται 11 οτε ημην νηπιος ελαλουν ως νηπιος εφρονουν ως νηπιος ελογιζομην ως νηπιος οτε γεγονα ανηρ κατηργηκα τα του νηπιου 12 βλεπομεν γαρ αρτι δι εσοπτρου εν αινιγματι τοτε δε προσωπον προς προσωπον αρτι γινωσκω εκ μερους τοτε δε επιγνωσομαι καθως και επεγνωσθην 13 νυνι δε μενει πιστις ελπις αγαπη τα τρια ταυτα μειζων δε τουτων η αγαπη
Copyright information for Nestle