Mark 15

και ευθυς πρωι συμβουλιον ἑτοιμάσαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν Πειλάτῳ και επηρωτησεν αυτον ο Πειλᾶτος συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω λεγει συ λεγεις και κατηγορουν αυτου οι αρχιερεις πολλα ο δε Πειλᾶτος παλιν επηρωτα αυτον λεγων ουκ αποκρινη ουδεν ιδε ποσα σου κατηγορουσιν ο δε ιησους ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον Πειλᾶτον κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον ον παρητουντο ην δε ο λεγομενος βαραββας μετα των στασιαστων δεδεμενος οιτινες εν τη στασει φονον πεποιηκεισαν και αναβας ο οχλος ηρξατο αιτεισθαι καθως εποιει αυτοις ο δε Πειλᾶτος απεκριθη αυτοις λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων 10 εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον οι αρχιερεις 11 οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις 12 ο δε Πειλᾶτος παλιν αποκριθεις ελεγεν αυτοις τι ουν ποιησω ον λεγετε τον βασιλεα των ιουδαιων 13 οι δε παλιν εκραξαν σταυρωσον αυτον 14 ο δε Πειλᾶτος ελεγεν αυτοις τι γαρ εποιησεν κακον οι δε περισσως εκραξαν σταυρωσον αυτον 15 ο δε Πειλᾶτος βουλομενος τω οχλω το ικανον ποιησαι απελυσεν αυτοις τον βαραββαν και παρεδωκεν τον ιησουν φραγελλωσας ινα σταυρωθη 16 οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης ο εστιν πραιτωριον και συνκαλοῦσιν ολην την σπειραν 17 και ενδιδυσκουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον 18 και ηρξαντο ασπαζεσθαι αυτον χαιρε βασιλευ των ιουδαιων 19 και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω και τιθεντες τα γονατα προσεκυνουν αυτω 20 και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια αυτου και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον 21 και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον ερχομενον απ αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου 22 και φερουσιν αυτον επι τον γολγοθαν τοπον ο εστιν μεθερμηνευομενος κρανιου τοπος 23 και εδιδουν αυτω εσμυρνισμενον οινον ος δε ουκ ελαβεν 24 και σταυρουσιν αυτον και διαμεριζονται τα ιματια αυτου βαλλοντες κληρον επ αυτα τις τι αρη 25 ην δε ωρα τριτη και εσταυρωσαν αυτον 26 και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη ο βασιλευς των ιουδαιων 27 και συν αυτω σταυρουσιν δυο ληστας ενα εκ δεξιων και ενα εξ ευωνυμων αὐτοῦ 29 και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες ουα ο καταλυων τον ναον και οικοδομων εν τρισιν ημεραις 30 σωσον σεαυτον καταβας απο του σταυρου 31 ομοιως και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι 32 ο χριστος ο βασιλευς ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν και οι συνεσταυρωμενοι συν αυτω ωνειδιζον αυτον 33 και γενομενης ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης 34 και τη ενατη ωρα εβοησεν ο ιησους φωνη μεγαλη ελωι ελωι λαμα σαβαχθανεί ο εστιν μεθερμηνευομενον ο θεος μου ο θεος μου εις τι εγκατελιπες με 35 και τινες των παρεστηκοτων ακουσαντες ελεγον ιδε Ἡλείαν φωνει 36 δραμων δε τις καὶ γεμισας σπογγον οξους περιθεις καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιας Ἡλείας καθελειν αυτον 37 ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν 38 και το καταπετασμα του ναου εσχισθη εις δυο απ ανωθεν εως κατω 39 ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως εξεπνευσεν ειπεν αληθως ουτος ο ανθρωπος υιος θεου ην 40 ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι εν αις και Μαρία η μαγδαληνη και μαρια η ιακωβου του μικρου και ιωσητος μητηρ και σαλωμη 41 αι οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω και αλλαι πολλαι αι συναναβασαι αυτω εις ιεροσολυμα 42 και ηδη οψιας γενομενης επει ην παρασκευη ο εστιν προσαββατον 43 ελθων ιωσηφ ὁ απο αριμαθαιας ευσχημων βουλευτης ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου τολμησας εισηλθεν προς τον Πειλᾶτον και ητησατο το σωμα του ιησου 44 ο δε Πειλᾶτος εθαυμασεν ει ηδη τεθνηκεν και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει πάλαι απεθανεν 45 και γνους απο του κεντυριωνος εδωρησατο το πτωμα τω ιωσηφ 46 και αγορασας σινδονα καθελων αυτον ενειλησεν τη σινδονι και κατέθηκεν αυτον εν μνηματι ο ην λελατομημενον εκ πετρας και προσεκυλισεν λιθον επι την θυραν του μνημειου 47 η δε μαρια η μαγδαληνη και μαρια η ιωσητος εθεωρουν που τεθειται
Copyright information for Nestle