Mark 2
1Καὶ ▼▼ εἰσελθὼν = WH Treg NA/NIV: || εἰσῆλθεν = RP
εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι᾽ ▼▼ ἡμερῶν = WH Treg NA/NIV: || ἡμερῶν καὶ = RP
ἡμερῶν ἠκούσθη ὅτι ▼▼ ἐν οἴκῳ = WH Treg NA/NIV: || εἰς οἶκόν = RP
ἐν οἴκῳ ⸃ ἐστίν· 2 ▼▼ καὶ = WH NA/NIV: || καὶ εὐθέως = Treg RP
καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3καὶ ἔρχονται ▼▼ φέροντες πρὸς αὐτὸν παραλυτικὸν = WH NA/NIV: || πρὸς αὐτὸν φέροντες παραλυτικὸν = Treg; || πρὸς αὐτὸν παραλυτικὸν φέροντες = RP
φέροντες πρὸς αὐτὸν παραλυτικὸν ⸃ αἰρόμενον ὑπὸ τεσσάρων. 4καὶ μὴ δυνάμενοι ▼▼ προσενέγκαι = WH NA/NIV: || προσεγγίσαι = Treg RP
προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ▼▼ ὅπου = WH Treg NA/NIV: || ἐφ᾽ ᾧ = RP
ὅπου ὁ παραλυτικὸς κατέκειτο. 5 ▼▼ καὶ ἰδὼν = WH NA/NIV: || ἰδὼν δὲ = Treg RP
καὶ ἰδὼν ⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ▼▼ ἀφίενταί σου = WH Treg NA/NIV: || ἀφέωνταί σοι = RP
ἀφίενταί σου ⸃ αἱ ▼▼ ἁμαρτίαι = WH Treg NA/NIV: || ἁμαρτίαι σου = RP
ἁμαρτίαι. 6ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7Τί οὗτος οὕτως λαλεῖ; ▼▼ βλασφημεῖ = WH Treg NA/NIV: || βλασφημίας = RP
βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; 8καὶ ▼▼ εὐθὺς = WH Treg NA/NIV: || εὐθέως = RP
εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι ▼▼ οὕτως = WH Treg NA/NIV: || οὕτως αὐτοὶ = RP
οὕτως διαλογίζονται ἐν ἑαυτοῖς ▼▼ λέγει = WH Treg NA/NIV: || εἶπεν = RP
λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ▼▼ Ἀφίενταί = WH Treg NA/NIV: || Ἀφέωνταί = RP
Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ▼▼ Ἔγειρε = NA/NIV: || Ἐγείρου = WH Treg; || Ἔγειραι = RP
Ἔγειρε καὶ ἆρον ▼▼ τὸν κράβαττόν σου = WH Treg NA/NIV: || σου τὸν κράββατον = RP
τὸν κράβαττόν σου ⸃ καὶ περιπάτει; 10ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ▼▼ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας = Treg: || ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς = WH NA/NIV; || ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας = RP
ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας ⸃— λέγει τῷ παραλυτικῷ· 11Σοὶ λέγω, ▼▼ ἔγειρε = WH Treg NA/NIV: || ἔγειραι καὶ = RP
ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12καὶ ἠγέρθη ▼▼ καὶ εὐθὺς = WH Treg NA/NIV: || εὐθέως καὶ = RP
καὶ εὐθὺς ⸃ ἄρας τὸν κράβαττον ἐξῆλθεν ▼▼ ἔμπροσθεν = WH NA/NIV: || ἐναντίον = Treg RP
ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι ▼▼ Οὕτως οὐδέποτε = WH Treg NA/NIV: || Οὐδέποτε οὕτως = RP
Οὕτως οὐδέποτε ⸃ εἴδομεν. 13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15Καὶ ▼
▼ γίνεται = WH NA/NIV: || γίνεται ἐν τῷ = Treg; || ἐγένετο ἐν τῷ = RP
γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ ▼▼ ἠκολούθουν = WH Treg NA/NIV: || ἠκολούθησαν = RP
ἠκολούθουν αὐτῷ. 16καὶ οἱ γραμματεῖς ▼▼ τῶν Φαρισαίων = WH Treg NA/NIV: || καὶ οἱ Φαρισαῖοι = RP
τῶν Φαρισαίων ⸃ ▼▼ ἰδόντες = WH NA/NIV RP: || καὶ ἰδόντες = Treg
ἰδόντες ▼▼ ὅτι ἐσθίει = WH NA/NIV: || ὅτι ἤσθιεν = Treg; || αὐτὸν ἐσθίοντα = RP
ὅτι ἐσθίει ⸃ μετὰ τῶν ▼▼ ἁμαρτωλῶν καὶ τελωνῶν = WH Treg NA/NIV: || τελωνῶν καὶ ἁμαρτωλῶν = RP
ἁμαρτωλῶν καὶ τελωνῶν ⸃ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ▼▼ Ὅτι = WH Treg NA/NIV: || Τί ὅτι = RP
Ὅτι μετὰ τῶν ▼▼ τελωνῶν καὶ ἁμαρτωλῶν = WH NA/NIV RP: || ἁμαρτωλῶν καὶ τῶν τελωνῶν = Treg
τελωνῶν καὶ ἁμαρτωλῶν ⸃ ▼▼ ἐσθίει = WH NA/NIV: || ἐσθίει καὶ πίνει = Treg RP
ἐσθίει; 17καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς ▼▼ ὅτι = WH NA/NIV: || [omit] = Treg RP
ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ▼▼ ἁμαρτωλούς = WH Treg NA/NIV: || ἁμαρτωλούς εἰς μετάνοιαν = RP
ἁμαρτωλούς. 18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ▼
▼ Φαρισαῖοι = WH Treg NA/NIV: || τῶν Φαρισαίων = RP
Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ▼▼ μαθηταὶ = WH Treg NA/NIV: || [omit] = RP
μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ▼▼ ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν = WH Treg NA/NIV: || μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον = RP
ἔχουσιν τὸν νυμφίον μετ᾽ αὐτῶν ⸃ οὐ δύνανται νηστεύειν· 20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ▼▼ ἐκείνῃ τῇ ἡμέρᾳ = WH Treg NA/NIV: || ἐκείναις ταῖς ἡμέραις = RP
ἐκείνῃ τῇ ἡμέρᾳ ⸃. 21 ▼
▼ Οὐδεὶς = WH Treg NA/NIV: || Καὶ οὐδεὶς = RP
Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ▼▼ ἱμάτιον παλαιόν = WH Treg NA/NIV: || ἱματίῳ παλαιῷ = RP
ἱμάτιον παλαιόν ⸃· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ▼▼ ἀπ’ = WH NA/NIV: || [omit] = Treg RP
ἀπ᾽ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ▼▼ ῥήξει ὁ οἶνος = WH Treg NA/NIV: || ῥήσσει ὁ οἶνος ὁ νέος = RP
ῥήξει ὁ οἶνος ⸃ τοὺς ἀσκούς, καὶ ὁ οἶνος ▼▼ ἀπόλλυται καὶ οἱ ἀσκοί = WH Treg NA/NIV: || ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται = RP
ἀπόλλυται καὶ οἱ ἀσκοί ⸃. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς ▼▼ καινούς = WH NA/NIV: || καινούς βλητέον = Treg RP
καινούς. 23Καὶ ἐγένετο ▼
▼ αὐτὸν … σάββασιν παραπορεύεσθαι = NA/NIV: || αὐτὸν … σάββασιν διαπορεύεσθαι = WH Treg; || παραπορεύεσθαι αὐτὸν … σάββασιν = RP
αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι ⸃ διὰ τῶν σπορίμων, καὶ ▼▼ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο = WH Treg NA/NIV: || ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ = RP
οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ⸃ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ▼▼ ποιοῦσιν = WH Treg NA/NIV: || ποιοῦσιν ἐν = RP
ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; 25καὶ ▼▼ λέγει = WH Treg NA/NIV: || αὐτὸς ἔλεγεν = RP
λέγει αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; 26 ▼▼ πῶς = WH Treg RP NA: || [omit] = NIV
πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ ▼▼ τοὺς ἱερεῖς = WH NA/NIV: || τοῖς ἱερεῦσιν = Treg RP
τοὺς ἱερεῖς ⸃, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο ▼▼ καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Copyright information for
SBLG