‏ Acts 18

1
 Μετὰ = WH Treg NA/NIV: || Μετὰ δὲ = RP
Μετὰ ταῦτα
 χωρισθεὶς = WH Treg NA/NIV: || χωρισθεὶς ὁ Παῦλος = RP
χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
2καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ
 διατεταχέναι = WH Treg NA/NIV: || τεταχέναι = RP
διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους
 ἀπὸ = WH Treg NA/NIV: || ἐκ = RP
ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς,
3καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ
 ἠργάζετο = Treg NA/NIV RP: || ἠργάζοντο = WH
ἠργάζετο, ἦσαν γὰρ σκηνοποιοὶ
 τῇ τέχνῃ = WH Treg NA/NIV: || τὴν τέχνην = RP
τῇ τέχνῃ ⸃.
4διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.

5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σιλᾶς καὶ Τιμόθεος, συνείχετο τῷ
 λόγῳ = WH Treg NA/NIV: || πνεύματι = RP
λόγῳ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις
 εἶναι = WH Treg NA/NIV: || [omit] = RP
εἶναι τὸν χριστὸν Ἰησοῦν.
6ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. 7καὶ μεταβὰς ἐκεῖθεν
 εἰσῆλθεν = NA/NIV: || ἦλθεν = WH Treg RP
εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι
 Τιτίου = WH Treg NA/NIV: || [omit] = RP
Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
8Κρίσπος δὲ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. 9εἶπεν δὲ κύριος
 ἐν νυκτὶ δι᾽ ὁράματος = WH Treg NA/NIV: || δι᾽ ὁράματος ἐν νυκτὶ = RP
ἐν νυκτὶ δι᾽ ὁράματος ⸃ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
10διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11ἐκάθισεν
 δὲ = WH Treg NA/NIV: || τε = RP
δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.

12Γαλλίωνος δὲ
 ἀνθυπάτου ὄντος = WH Treg NA/NIV: || ἀνθυπατεύοντος = RP
ἀνθυπάτου ὄντος ⸃ τῆς Ἀχαΐας κατεπέστησαν
 ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι = Treg NA/NIV RP: || οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν = WH
ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι ⸃ τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
13λέγοντες ὅτι Παρὰ τὸν νόμον
 ἀναπείθει οὗτος = WH Treg NA/NIV: || οὗτος ἀναπείθει = RP
ἀναπείθει οὗτος ⸃ τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
14μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ
 μὲν = WH Treg NA/NIV: || μὲν οὖν = RP
μὲν ἦν ἀδίκημά τι ῥᾳδιούργημα πονηρόν, Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
15εἰ δὲ
 ζητήματά = WH Treg NA/NIV: || ζήτημά = RP
ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί·
 κριτὴς = WH Treg NA/NIV: || κριτὴς γὰρ = RP
κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
16καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17ἐπιλαβόμενοι δὲ
 πάντες = WH Treg NA/NIV: || πάντες οἱ Ἕλληνες = RP
πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι
 ἔμελεν = WH Treg NA/NIV: || ἔμελλεν = RP
ἔμελεν.

18 δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος
 ἐν Κεγχρεαῖς τὴν κεφαλήν = WH Treg NA/NIV: || τὴν κεφαλήν ἐν Κεγχρεαῖς = RP
ἐν Κεγχρεαῖς τὴν κεφαλήν ⸃, εἶχεν γὰρ εὐχήν.
19
 κατήντησαν = WH Treg NA/NIV: || Κατήντησεν = RP
κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν
 διελέξατο = WH Treg NA/NIV: || διελέχθη = RP
διελέξατο τοῖς Ἰουδαίοις.
20ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον
 μεῖναι = WH Treg NA/NIV: || μεῖναι παρ᾽ αὐτοῖς = RP
μεῖναι οὐκ ἐπένευσεν,
21
 ἀλλὰ ἀποταξάμενος καὶ = WH Treg NA/NIV: || ἀλλ᾽ ἀπετάξατο αὐτοῖς = RP
ἀλλὰ ἀποταξάμενος καὶ ⸃
 εἰπών = WH Treg NA/NIV: || εἰπών Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα = RP
εἰπών·
 Πάλιν = WH Treg NA/NIV: || Πάλιν δὲ = RP
Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
22καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, 23καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν,
 στηρίζων = WH Treg: || ἐπιστηρίζων = NA/NIV RP
στηρίζων πάντας τοὺς μαθητάς.

24Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ
 Ἰησοῦ = WH Treg NA/NIV: || κυρίου = RP
Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.
26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ
 Πρίσκιλλα καὶ Ἀκύλας = WH Treg NA/NIV: || Ἀκύλας καὶ Πρίσκιλλα = RP
Πρίσκιλλα καὶ Ἀκύλας ⸃ προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν
 ὁδὸν τοῦ θεοῦ = WH Treg NA/NIV: || τοῦ θεοῦ ὁδὸν = RP
ὁδὸν τοῦ θεοῦ ⸃.
27βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.



Copyright information for SBLG