Acts 19
1Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ▼▼ ἐλθεῖν = WH Treg RP: || κατελθεῖν = NA/NIV
ἐλθεῖν εἰς Ἔφεσον καὶ ▼▼ εὑρεῖν = WH Treg NA/NIV: || εὑρών = RP
εὑρεῖν τινας μαθητάς, 2εἶπέν ▼▼ τε = WH Treg NA/NIV: || [omit] = RP
τε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ ▼▼ δὲ = WH Treg NA/NIV: || δὲ εἶπον = RP
δὲ πρὸς αὐτόν· Ἀλλ᾽ οὐδ᾽ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. 3εἶπέν ▼▼ τε = WH Treg NA/NIV: || τε πρὸς αὐτούς = RP
τε· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· Εἰς τὸ Ἰωάννου βάπτισμα. 4εἶπεν δὲ Παῦλος· ▼▼ Ἰωάννης = WH Treg NA/NIV: || Ἰωάννης μὲν = RP
Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾽ ἔστιν εἰς ▼▼ τὸν = WH Treg NA/NIV: || τὸν χριστὸν = RP
τὸν Ἰησοῦν. 5ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ· 6καὶ ἐπιθέντος αὐτοῖς τοῦ ▼▼ Παύλου = WH Treg NA/NIV: || Παύλου τὰς = RP
Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. 7ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ ▼▼ δώδεκα = WH Treg NA/NIV: || δεκαδύο = RP
δώδεκα. 8Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ ▼
▼ πείθων = WH Treg: || πείθων τὰ = NA/NIV RP
πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ. 9ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ ▼▼ Τυράννου = WH Treg NA/NIV: || Τυράννου τινός = RP
Τυράννου. 10τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ▼▼ κυρίου = WH Treg NA/NIV: || κυρίου Ἰησοῦ = RP
κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας. 11Δυνάμεις τε οὐ τὰς τυχούσας ▼
▼ ὁ θεὸς ἐποίει = WH Treg NA/NIV: || ἐποίει ὁ θεὸς = RP
ὁ θεὸς ἐποίει ⸃ διὰ τῶν χειρῶν Παύλου, 12ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ▼▼ ἀποφέρεσθαι = WH Treg NA/NIV: || ἐπιφέρεσθαι = RP
ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ▼▼ ἐκπορεύεσθαι = WH Treg NA/NIV: || ἐξέρχεσθαι ἀπ᾽ αὐτῶν = RP
ἐκπορεύεσθαι. 13ἐπεχείρησαν δέ τινες ▼▼ καὶ = WH Treg NA/NIV: || ἀπὸ = RP
καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· ▼▼ Ὁρκίζω = WH Treg NA/NIV: || Ὁρκίζομεν = RP
Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ▼▼ ὃν = WH Treg NA/NIV: || ὃν ὁ = RP
ὃν Παῦλος κηρύσσει. 14ἦσαν δέ ▼▼ τινος = WH Treg NA/NIV: || τινες υἱοὶ = RP
τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ ▼▼ υἱοὶ = WH Treg NA/NIV: || οἱ = RP
υἱοὶ τοῦτο ποιοῦντες. 15ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν ▼▼ αὐτοῖς = WH Treg NA/NIV: || [omit] = RP
αὐτοῖς· ▼▼ Τὸν = Treg RP: || Τὸν μὲν = WH NA/NIV
Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; 16καὶ ▼▼ ἐφαλόμενος = WH Treg NA/NIV: || ἐφαλλόμενος = RP
ἐφαλόμενος ▼▼ ὁ ἄνθρωπος ἐπ᾽ αὐτοὺς = WH Treg NA/NIV: || ἐπ᾽ αὐτοὺς ὁ ἄνθρωπος = RP
ὁ ἄνθρωπος ἐπ᾽ αὐτοὺς ⸃ ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν ▼▼ κατακυριεύσας ἀμφοτέρων = WH Treg NA/NIV: || καὶ κατακυριεύσαν αὐτῶν = RP
κατακυριεύσας ἀμφοτέρων ⸃ ἴσχυσεν κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. 17τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ▼▼ ἐπέπεσεν = WH NA/NIV RP: || ἔπεσεν = Treg
ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. 18πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. 19ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. 20οὕτως κατὰ κράτος ▼▼ τοῦ κυρίου ὁ λόγος = WH Treg NA/NIV: || ὁ λόγος τοῦ κυρίου = RP
τοῦ κυρίου ὁ λόγος ⸃ ηὔξανεν καὶ ἴσχυεν. 21Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς ▼
▼ Ἱεροσόλυμα = WH Treg NA/NIV: || Ἱερουσαλήμ = RP
Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν. 22ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. 23Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. 24Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ▼
▼ οὐκ ὀλίγην ἐργασίαν = WH Treg NA/NIV: || ἐργασίαν οὐκ ὀλίγην = RP
οὐκ ὀλίγην ἐργασίαν ⸃, 25οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ▼▼ ἡμῖν = WH Treg NA/NIV: || ἡμῶν = RP
ἡμῖν ἐστιν, 26καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. 27οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ▼▼ Ἀρτέμιδος ἱερὸν = WH Treg NA/NIV: || ἱερὸν Ἀρτέμιδος = RP
Ἀρτέμιδος ἱερὸν ⸃ εἰς οὐθὲν λογισθῆναι, μέλλειν ▼▼ τε = WH Treg NA/NIV: || δὲ = RP
τε καὶ καθαιρεῖσθαι ▼▼ τῆς μεγαλειότητος = WH Treg NA/NIV: || τὴν μεγαλειότητα = RP
τῆς μεγαλειότητος ⸃ αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. 28Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 29καὶ ἐπλήσθη ἡ ▼
▼ πόλις = WH Treg NA/NIV: || πόλις ὅλη = RP
πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. 30 ▼▼ Παύλου δὲ = WH Treg NA/NIV: || Τοῦ δὲ Παύλου = RP
Παύλου δὲ ⸃ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· 31τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. 32ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. 33ἐκ δὲ τοῦ ὄχλου ▼▼ συνεβίβασαν = WH Treg NA/NIV: || προεβίβασαν = RP
συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 34ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ▼▼ ὡς = Treg NA/NIV RP: || ὡσεὶ = WH
ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 35καταστείλας δὲ ▼▼ ὁ γραμματεὺς τὸν ὄχλον = Treg NA/NIV RP: || τὸν ὄχλον ὁ γραμματεὺς = WH
ὁ γραμματεὺς τὸν ὄχλον ⸃ φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ▼▼ ἀνθρώπων = WH Treg NA/NIV: || ἄνθρωπος = RP
ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς ▼▼ μεγάλης = WH Treg NA/NIV: || μεγάλης θεᾶς = RP
μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; 36ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. 37ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ▼▼ ἡμῶν = WH Treg NA/NIV: || ὑμῶν = RP
ἡμῶν. 38εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις. 39εἰ δέ τι ▼▼ περαιτέρω = WH Treg NA/NIV: || περὶ ἑτέρων = RP
περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. 40καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ▼▼ ἀποδοῦναι = WH Treg NA/NIV: || δοῦναι = RP
ἀποδοῦναι λόγον ▼▼ περὶ = WH Treg NA/NIV: || [omit] = RP
περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.
Copyright information for
SBLG