‏ James 3

1Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα· 2πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3
 εἰ δὲ = WH Treg NA/NIV: || Ἴδε = RP
εἰ δὲ ⸃ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν
 εἰς = WH Treg NA/NIV: || πρὸς = RP
εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
4ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ
 ἀνέμων σκληρῶν = WH Treg NA/NIV: || σκληρῶν ἀνέμων = RP
ἀνέμων σκληρῶν ⸃ ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου
 ἡ … βούλεται = WH Treg NA/NIV: || ἂν ἡ … βούληται = RP
ὁρμὴ τοῦ εὐθύνοντος βούλεται ⸃·
5οὕτως καὶ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ
 μεγάλα αὐχεῖ = WH Treg NA/NIV: || μεγαλαυχεῖ = RP
μεγάλα αὐχεῖ ⸃.

Ἰδοὺ
 ἡλίκον = WH Treg NA/NIV: || ὀλίγον = RP
ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
6καὶ γλῶσσα πῦρ, κόσμος τῆς
 ἀδικίας = WH Treg NA/NIV: || ἀδικίας οὕτως = RP
ἀδικίας γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
7πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· 8τὴν δὲ γλῶσσαν οὐδεὶς
 δαμάσαι δύναται ἀνθρώπων = WH Treg NA/NIV: || δύναται ἀνθρώπων δαμάσαι = RP
δαμάσαι δύναται ἀνθρώπων ⸃·
 ἀκατάστατον = WH Treg NA/NIV: || ἀκατάσχετον = RP
ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
9ἐν αὐτῇ εὐλογοῦμεν τὸν
 κύριον = WH Treg NA/NIV: || θεὸν = RP
κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν θεοῦ γεγονότας·
10ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι. 11μήτι πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἄμπελος σῦκα;
 οὔτε ἁλυκὸν = WH Treg NA/NIV: || Οὕτως οὐδεμια πηγὴ ἁλυκὸν καὶ = RP
οὔτε ἁλυκὸν ⸃ γλυκὺ ποιῆσαι ὕδωρ.

13Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. 14εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15οὐκ ἔστιν αὕτη σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης· 16ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17 δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν,
 ἀδιάκριτος = WH Treg NA/NIV: || ἀδιάκριτος καὶ = RP
ἀδιάκριτος, ἀνυπόκριτος·
18καρπὸς
 δὲ = WH Treg NA/NIV: || δὲ τῆς = RP
δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.



Copyright information for SBLG