John 11

1Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2ἦν δὲ
 Μαριὰμ = WH Treg NA/NIV: || Μαρία = RP
Μαριὰμ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ἀδελφὸς Λάζαρος ἠσθένει.
3ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. 4ἀκούσας δὲ Ἰησοῦς εἶπεν· Αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς. 5ἠγάπα δὲ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. 6ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας· 7ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. 8λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 9ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα
 ὧραί εἰσιν = WH Treg NA/NIV: || εἰσιν ὧραί = RP
ὧραί εἰσιν ⸃ τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
10ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12εἶπαν οὖν οἱ μαθηταὶ
 αὐτῷ = WH Treg NA/NIV: || αὐτοῦ = RP
αὐτῷ· Κύριε, εἰ κεκοίμηται σωθήσεται.
13εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14τότε οὖν εἶπεν αὐτοῖς Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν, 15καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16εἶπεν οὖν Θωμᾶς λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.

17Ἐλθὼν οὖν Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας
 ἤδη ἡμέρας = WH Treg NA/NIV: || ἡμέρας ἤδη = RP
ἤδη ἡμέρας ⸃ ἔχοντα ἐν τῷ μνημείῳ.
18ἦν δὲ
 ἡ = Treg NA/NIV RP: || [omit] = WH
Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.
19
 πολλοὶ δὲ = WH Treg NA/NIV: || καὶ πολλοὶ = RP
πολλοὶ δὲ ⸃ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς
 τὴν = WH Treg NA/NIV: || τὰς περὶ = RP
τὴν Μάρθαν καὶ
 Μαριὰμ = WH Treg NA/NIV: || Μαρίαν = RP
Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ
 ἀδελφοῦ = WH Treg NA/NIV: || ἀδελφοῦ αὐτῶν = RP
ἀδελφοῦ.
20 οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ·
 Μαρία = Treg RP: || Μαριὰμ = WH NA/NIV
Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21εἶπεν οὖν
 ἡ = WH Treg NA/NIV: || [omit] = RP
Μάρθα πρὸς
 τὸν = Treg NA/NIV RP: || [omit] = WH
τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε
 οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου = WH Treg NA/NIV: || ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει = RP
οὐκ ἂν ἀπέθανεν ἀδελφός μου ⸃·
22
 καὶ = WH Treg: || ἀλλὰ καὶ = NA/NIV RP
καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι θεός.
23λέγει αὐτῇ Ἰησοῦς· Ἀναστήσεται ἀδελφός σου. 24λέγει αὐτῷ
 ἡ = WH Treg NA/NIV: || [omit] = RP
Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25εἶπεν αὐτῇ Ἰησοῦς· Ἐγώ εἰμι ἀνάστασις καὶ ζωή· πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, 26καὶ πᾶς ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 27λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ χριστὸς υἱὸς τοῦ θεοῦ εἰς τὸν κόσμον ἐρχόμενος.

28Καὶ
 τοῦτο = WH Treg NA/NIV: || ταῦτα = RP
τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν
 Μαριὰμ = WH Treg NA/NIV: || Μαρίαν = RP
Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.
29ἐκείνη
 δὲ = WH Treg NA/NIV: || [omit] = RP
δὲ ὡς ἤκουσεν
 ἠγέρθη = WH Treg NA/NIV: || ἐγείρεται = RP
ἠγέρθη ταχὺ καὶ
 ἤρχετο = WH Treg NA/NIV: || ἔρχεται = RP
ἤρχετο πρὸς αὐτόν·
30οὔπω δὲ ἐληλύθει Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν
 ἔτι = WH Treg NA/NIV: || [omit] = RP
ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρθα.
31οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν
 Μαριὰμ = WH Treg NA/NIV: || Μαρίαν = RP
Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ
 δόξαντες = WH Treg NA/NIV: || λέγοντες = RP
δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
32 οὖν
 Μαριὰμ = WH Treg NA/NIV: || Μαρία = RP
Μαριὰμ ὡς ἦλθεν ὅπου
 ἦν = WH Treg NA/NIV: || ἦν ὁ = RP
ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ
 πρὸς = WH Treg NA/NIV: || εἰς = RP
πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν
 μου ἀπέθανεν = WH Treg NA/NIV: || ἀπέθανεν μου = RP
μου ἀπέθανεν ⸃ ἀδελφός.
33Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 34καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. 35ἐδάκρυσεν Ἰησοῦς. 36ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. 37τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;

38Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ. 39λέγει Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἀδελφὴ τοῦ
 τετελευτηκότος = WH NA/NIV: || τελευτηκότος = Treg; || τεθνηκότος = RP
τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
40λέγει αὐτῇ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς
 ὄψῃ = WH Treg NA/NIV: || ὄψει = RP
ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;
41ἦραν οὖν τὸν
 λίθον = WH Treg NA/NIV: || λίθον οὗ ἦν ὁ τεθνηκὼς κειμένος = RP
λίθον. δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου,
42ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω. 44
 ἐξῆλθεν = WH Treg NA/NIV: || Καὶ ἐξῆλθεν = RP
ἐξῆλθεν τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει
 αὐτοῖς ὁ Ἰησοῦς = Treg NA/NIV RP: || ὁ Ἰησοῦς αὐτοῖς = WH
αὐτοῖς Ἰησοῦς ⸃· Λύσατε αὐτὸν καὶ ἄφετε
 αὐτὸν = WH Treg NA/NIV: || [omit] = RP
αὐτὸν ὑπάγειν.

45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν
 Μαριὰμ = WH Treg NA/NIV: || Μαρίαν = RP
Μαριὰμ καὶ θεασάμενοι
 ἃ = RP NA/NIV: || ὃ = WH Treg
 ἐποίησεν = WH Treg NA/NIV: || ἐποίησεν ὁ Ἰησοῦς = RP
ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν·
46τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς
 ἐποίησεν = WH Treg NA/NIV: || ἐποίησεν ὁ = RP
ἐποίησεν Ἰησοῦς.
47συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ἄνθρωπος πολλὰ
 ποιεῖ σημεῖα = WH Treg NA/NIV: || σημεῖα ποιεῖ = RP
ποιεῖ σημεῖα ⸃;
48ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50οὐδὲ
 λογίζεσθε = WH Treg NA/NIV: || διαλογίζεσθε = RP
λογίζεσθε ὅτι συμφέρει
 ὑμῖν = WH Treg NA/NIV: || ἡμῖν = RP
ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
51τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας
 ἐβουλεύσαντο = WH Treg NA/NIV: || συνεβουλεύσαντο = RP
ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.

54
 Ὁ οὖν Ἰησοῦς = WH Treg NA/NIV: || Ἰησοῦς οὖν = RP
οὖν Ἰησοῦς ⸃ οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ
 ἔμεινεν = WH Treg NA/NIV: || διέτριβεν = RP
ἔμεινεν μετὰ τῶν
 μαθητῶν = WH Treg NA/NIV: || μαθητῶν αὐτοῦ = RP
μαθητῶν.

55Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57δεδώκεισαν
 δὲ = WH Treg NA/NIV: || δὲ καὶ = RP
δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι
 ἐντολὰς = WH Treg NA/NIV: || ἐντολήν = RP
ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.



Copyright information for SBLG