John 5

1Μετὰ ταῦτα
 ἦν = WH Treg NA/NIV: || ἦν ἡ = RP
ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ
 ἀνέβη = WH Treg NA/NIV: || ἀνέβη ὁ = RP
ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα.
2ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἐπιλεγομένη Ἑβραϊστὶ
 Βηθεσδά = Treg NIV RP: || Βηθζαθά = WH NA
Βηθεσδά, πέντε στοὰς ἔχουσα·
3ἐν ταύταις κατέκειτο
 πλῆθος = WH Treg NA/NIV: || πλῆθος πολὺ = RP
πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν,
 ξηρῶν = WH Treg NA/NIV: || ξηρῶν ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. = RP
ξηρῶν.
5ἦν δέ τις ἄνθρωπος ἐκεῖ
 τριάκοντα = Treg RP: || τριάκοντα καὶ = WH NA/NIV
τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ
 αὐτοῦ = WH Treg NA/NIV: || [omit] = RP
αὐτοῦ·
6τοῦτον ἰδὼν Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; 7ἀπεκρίθη αὐτῷ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8λέγει αὐτῷ Ἰησοῦς·
 Ἔγειρε = WH Treg NA/NIV: || Ἔγειραι = RP
Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
9καὶ εὐθέως ἐγένετο ὑγιὴς ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.

Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
10ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν,
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν
 κράβαττον = WH Treg RP: || κράβαττον σου = NA/NIV
κράβαττον.
11
 ὃς δὲ = WH Treg: || ὁ δὲ = NA/NIV; || [omit] = RP
ὃς δὲ ⸃ ἀπεκρίθη αὐτοῖς· ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
12ἠρώτησαν
 οὖν = Treg RP: || [omit] = WH NA/NIV
οὖν αὐτόν· Τίς ἐστιν ἄνθρωπος εἰπών σοι·
 Ἆρον = WH NA/NIV: || Ἆρον τὸν κράβαττόν σου = Treg RP
Ἆρον καὶ περιπάτει;
13 δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14μετὰ ταῦτα εὑρίσκει αὐτὸν Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν
 σοί τι = WH Treg NA/NIV: || τί σοι = RP
σοί τι ⸃ γένηται.
15ἀπῆλθεν ἄνθρωπος καὶ
 ἀνήγγειλεν = Treg NA/NIV RP: || εἶπεν = WH
ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ποιήσας αὐτὸν ὑγιῆ.
16καὶ διὰ τοῦτο ἐδίωκον
 οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν = WH Treg NA/NIV: || τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι = RP
οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ⸃ ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
17
 δὲ = WH: || δὲ Ἰησοῦς = Treg NA/NIV RP
δὲ ἀπεκρίνατο αὐτοῖς· πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι.
18διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.

19Ἀπεκρίνατο οὖν Ἰησοῦς καὶ
 ἔλεγεν = WH NA/NIV: || εἶπεν = Treg RP
ἔλεγεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν
 ἐὰν = Treg NA/NIV RP: || ἂν = WH
ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ υἱὸς ὁμοίως ποιεῖ.
20 γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21ὥσπερ γὰρ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ υἱὸς οὓς θέλει ζῳοποιεῖ. 22οὐδὲ γὰρ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, 23ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. 24Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.

25Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ
 ἀκούσουσιν = WH Treg NA/NIV: || ἀκούσονται = RP
ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες
 ζήσουσιν = WH Treg NA/NIV: || ζήσονται = RP
ζήσουσιν.
26ὥσπερ γὰρ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως
 καὶ τῷ υἱῷ ἔδωκεν = WH Treg NA/NIV: || ἔδωκεν καὶ τῷ υἱῷ = RP
καὶ τῷ υἱῷ ἔδωκεν ⸃ ζωὴν ἔχειν ἐν ἑαυτῷ·
27καὶ ἐξουσίαν ἔδωκεν
 αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ καὶ = RP
αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
28μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν πάντες οἱ ἐν τοῖς μνημείοις
 ἀκούσουσιν = WH Treg NA/NIV: || ἀκούσονται = RP
ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ
29καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ
 δὲ = Treg NA/NIV RP: || [omit] = WH
δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.

30Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ κρίσις ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός
 με = WH Treg NA/NIV: || με πατρός = RP
με.

31Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, μαρτυρία μου οὐκ ἔστιν ἀληθής· 32ἄλλος ἐστὶν μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· 34ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35ἐκεῖνος ἦν λύχνος καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ· 36ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν
 μείζω = WH NA/NIV RP: || μείζων = Treg
μείζω τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα
 δέδωκέν = WH Treg NA/NIV: || ἔδωκέν = RP
δέδωκέν μοι πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα
 ἃ = WH Treg NA/NIV: || ἃ ἐγὼ = RP
ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι πατήρ με ἀπέσταλκεν,
37καὶ πέμψας με πατὴρ
 ἐκεῖνος = WH Treg NA/NIV: || αὐτὸς = RP
ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ
 πώποτε ἀκηκόατε = WH Treg NA/NIV: || ἀκηκόατε πώποτε = RP
πώποτε ἀκηκόατε ⸃ οὔτε εἶδος αὐτοῦ ἑωράκατε,
38καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε
 ἐν ὑμῖν μένοντα = WH Treg NA/NIV: || μένοντα ἐν ὑμῖν = RP
ἐν ὑμῖν μένοντα ⸃, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.

39Ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· 40καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. 41δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, 42ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε. 44πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; 45μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;



Copyright information for SBLG