Luke 24

1τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως
 ἐπὶ τὸ μνῆμα ἦλθον = WH NA/NIV: || ἦλθον ἐπὶ τὸ μνῆμα = Treg RP
ἐπὶ τὸ μνῆμα ἦλθον ⸃ φέρουσαι ἡτοίμασαν
 ἀρώματα = WH Treg NA/NIV: || ἀρώματα καί τινες σὺν αὐταῖς = RP
ἀρώματα.
2εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 3
 εἰσελθοῦσαι δὲ = WH Treg NA/NIV: || Καὶ εἰσελθοῦσαι = RP
εἰσελθοῦσαι δὲ ⸃ οὐχ εὗρον τὸ
 σῶμα = WH: || σῶμα τοῦ κυρίου Ἰησοῦ = Treg NA/NIV RP
σῶμα.
4καὶ ἐγένετο ἐν τῷ
 ἀπορεῖσθαι = WH Treg NA/NIV: || διαπορεῖσθαι = RP
ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν
 ἐσθῆτι ἀστραπτούσῃ = WH Treg NA/NIV: || ἐσθήσεσιν ἀστραπτούσαις = RP
ἐσθῆτι ἀστραπτούσῃ ⸃.
5ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν
 τὰ πρόσωπα = WH Treg NA/NIV: || τὸ πρόσωπον = RP
τὰ πρόσωπα ⸃ εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
6
 οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη = Treg NA/NIV RP: || = [[WH]]
οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη. ⸃ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
7λέγων
 τὸν … ἀνθρώπου ὅτι δεῖ = WH Treg NA/NIV: || ὅτι δεῖ τὸν … ἀνθρώπου = RP
τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ ⸃ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
8καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10ἦσαν δὲ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία
 ἡ = WH Treg NA/NIV: || [omit] = RP
Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς·
 ἔλεγον = WH Treg NA/NIV: || αἳ ἔλεγον = RP
ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
11καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα
 ταῦτα = WH Treg NA/NIV: || αὐτῶν = RP
ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
12
 Ὁ δὲ … τὸ γεγονός = Treg NA/NIV RP: || = [[WH]]
δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ
 ὀθόνια = [[WH]] Treg NA/NIV: || ὀθόνια κείμενα = RP
ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς
 αὑτὸν = [[WH]]: || αὐτὸν = Treg; || ἑαυτὸν = NA/NIV RP
αὑτὸν θαυμάζων τὸ γεγονός. ⸃

13Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν
 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι = WH NA/NIV: || ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ = Treg RP
ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι ⸃ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ὄνομα Ἐμμαοῦς,
14καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ
 αὐτὸς = WH Treg NA/NIV: || αὐτὸς ὁ = RP
αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς,
16οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ
 ἐστάθησαν = WH Treg NA/NIV: || ἐστε = RP
ἐστάθησαν σκυθρωποί.
18ἀποκριθεὶς δὲ
 εἷς ὀνόματι = WH Treg NA: || εἷς ἐξ αὐτῶν ὀνόματι = NIV; || ὁ εἷς ᾧ ὄνομα = RP
εἷς ὀνόματι ⸃ Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
19καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ
 Ναζαρηνοῦ = WH Treg NA/NIV: || Ναζωραίου = RP
Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. 21ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν
 ἄγει = WH NA/NIV: || ἄγει σήμερον = Treg RP
ἄγει ἀφ᾽ οὗ ταῦτα ἐγένετο.
22ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι
 ὀρθριναὶ = WH Treg NA/NIV: || ὄρθριαι = RP
ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον
23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς
 καὶ = NA/NIV RP: || [omit] = WH Treg
καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
25καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν
 διερμήνευσεν = WH Treg NA/NIV: || διηρμήνευεν = RP
διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ
 ἑαυτοῦ = WH NA/NIV RP: || αὐτοῦ = Treg
ἑαυτοῦ.

28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς
 προσεποιήσατο = WH Treg NA/NIV: || προσεποιεῖτο = RP
προσεποιήσατο
 πορρώτερον = WH Treg NA/NIV: || πορρωτέρω = RP
πορρώτερον πορεύεσθαι.
29καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν
 ἤδη = WH Treg NA/NIV: || [omit] = RP
ἤδη ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.
30καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· 31αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. 32καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ καρδία ἡμῶν καιομένη ἦν
 ἐν ἡμῖν = Treg NA/NIV RP: || [omit] = WH
ἐν ἡμῖν ⸃ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ,
 ὡς = WH Treg NA/NIV: || καὶ ὡς = RP
ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
33καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον
 ἠθροισμένους = WH Treg NA/NIV: || συνηθροισμένους = RP
ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
34λέγοντας ὅτι
 ὄντως ἠγέρθη ὁ κύριος = WH Treg NA/NIV: || Ἠγέρθη ὁ κύριος ὄντως = RP
ὄντως ἠγέρθη κύριος ⸃ καὶ ὤφθη Σίμωνι.
35καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

36Ταῦτα δὲ αὐτῶν λαλούντων
 αὐτὸς = WH Treg NA/NIV: || αὐτὸς ὁ Ἰησοῦς = RP
αὐτὸς ἔστη ἐν μέσῳ
 αὐτῶν = WH: || αὐτῶν καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν = Treg NA/NIV RP
αὐτῶν.
37πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν
 τῇ καρδίᾳ = WH Treg NA/NIV: || ταῖς καρδίαις = RP
τῇ καρδίᾳ ⸃ ὑμῶν;
39ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι
 ἐγώ εἰμι αὐτός = WH Treg NA/NIV: || αὐτὸς ἐγώ εἰμι = RP
ἐγώ εἰμι αὐτός ⸃· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
40
 καὶ τοῦτο … τοὺς πόδας = Treg NA/NIV RP: || = [[WH]]
[καὶ τοῦτο εἰπὼν
 ἔδειξεν = [[WH]] Treg NA/NIV: || ἐπέδειξεν = RP
ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.] ⸃
41ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ
 μέρος = WH NA/NIV: || μέρος καὶ ἀπὸ μελισσίου κηρίου = Treg RP
μέρος·
43καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

44Εἶπεν δὲ
 πρὸς αὐτούς = WH Treg NA/NIV: || αὐτοῖς = RP
πρὸς αὐτούς ⸃· Οὗτοι οἱ λόγοι
 μου = WH Treg NA/NIV: || [omit] = RP
μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως
 καὶ = RP: || καὶ τοῖς = WH Treg NA/NIV
καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
45τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως
 γέγραπται = WH Treg NA/NIV: || γέγραπται καὶ οὕτως ἔδει = RP
γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν
 καὶ = Treg NIV RP: || εἰς = WH NA
καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη—
 ἀρξάμενοι = WH Treg NA/NIV: || ἀρξάμενον = RP
ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ·
48ὑμεῖς
 ἐστε = Treg: || [omit] = WH NA/NIV; || δέ ἐστε = RP
ἐστε μάρτυρες τούτων.
49καὶ ἰδοὺ ἐγὼ
 ἐξαποστέλλω = WH Treg: || ἀποστέλλω = NA/NIV RP
ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ
 πόλει = WH Treg NA/NIV: || πόλει Ἱερουσαλήμ = RP
πόλει ἕως οὗ ἐνδύσησθε
 ἐξ ὕψους δύναμιν = WH Treg NA/NIV: || δύναμιν ἐξ ὕψους = RP
ἐξ ὕψους δύναμιν ⸃.

50Ἐξήγαγεν δὲ αὐτοὺς
 ἕως = WH Treg NIV: || ἔξω ἕως = RP NA
ἕως
 πρὸς = WH Treg NA/NIV: || εἰς = RP
πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
51καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν
 καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν = Treg NA/NIV RP: || = [[WH]]
[καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν] ⸃.
52καὶ αὐτοὶ
 προσκυνήσαντες αὐτὸν = Treg NA/NIV RP: || = [[WH]]
[προσκυνήσαντες αὐτὸν] ⸃ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,
53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ
 εὐλογοῦντες = WH NA/NIV: || αἰνοῦντες καὶ εὐλογοῦντες = Treg RP
εὐλογοῦντες τὸν
 θεόν = WH Treg NA/NIV: || θεόν Ἀμήν = RP
θεόν.



Copyright information for SBLG