Matthew 25
1Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ▼▼ ἑαυτῶν = WH Treg NA/NIV: || αὐτῶν = RP
ἑαυτῶν ἐξῆλθον εἰς ▼▼ ὑπάντησιν = WH Treg NA/NIV: || ἀπάντησιν = RP
ὑπάντησιν τοῦ νυμφίου. 2πέντε δὲ ▼▼ ἐξ αὐτῶν ἦσαν = WH Treg NA/NIV: || ἦσαν ἐξ αὐτῶν = RP
ἐξ αὐτῶν ἦσαν ⸃ ▼▼ μωραὶ καὶ πέντε φρόνιμοι = WH Treg NA/NIV: || φρόνιμοι καὶ αἱ πέντε μωραί = RP
μωραὶ καὶ πέντε φρόνιμοι ⸃. 3 ▼▼ αἱ γὰρ = WH Treg NA/NIV: || Αἵτινες = RP
αἱ γὰρ ⸃ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον· 4αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ▼▼ ἀγγείοις = WH Treg NA/NIV: || ἀγγείοις αὐτῶν = RP
ἀγγείοις μετὰ τῶν λαμπάδων ▼▼ ἑαυτῶν = WH NA/NIV: || αὐτῶν = Treg RP
ἑαυτῶν. 5χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. 6μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ ▼▼ νυμφίος = WH Treg NA/NIV: || νυμφίος ἔρχεται = RP
νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν ▼▼ αὐτοῦ = Treg NA/NIV RP: || [omit] = WH
αὐτοῦ. 7τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ▼▼ ἑαυτῶν = WH Treg NA/NIV: || αὐτῶν = RP
ἑαυτῶν. 8αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. 9ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε ▼▼ οὐ μὴ = WH Treg NA/NIV: || οὐκ = RP
οὐ μὴ ⸃ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ▼▼ πορεύεσθε = WH Treg NA/NIV: || πορεύεσθε δὲ = RP
πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν· 12ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ▼▼ ὥραν = WH Treg NA/NIV: || ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται = RP
ὥραν. 14Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως 16 ▼
▼ πορευθεὶς = WH NA/NIV: || πορευθεὶς δὲ = Treg RP
πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ▼▼ ἐκέρδησεν = WH Treg NA/NIV: || ἐποίησεν = RP
ἐκέρδησεν ἄλλα ▼▼ πέντε = WH Treg NA/NIV: || πέντε τάλαντα = RP
πέντε· 17 ▼▼ ὡσαύτως = WH NA/NIV: || ὡσαύτως καὶ = Treg RP
ὡσαύτως ὁ τὰ δύο ▼▼ ἐκέρδησεν = WH Treg NA/NIV: || ἐκέρδησεν καὶ αὐτὸς = RP
ἐκέρδησεν ἄλλα δύο· 18ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ▼▼ γῆν = WH Treg NA/NIV: || ἐν τῇ γῇ = RP
γῆν καὶ ▼▼ ἔκρυψεν = WH Treg NA/NIV: || ἀπέκρυψεν = RP
ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19μετὰ δὲ ▼▼ πολὺν χρόνον = WH Treg NA/NIV: || χρόνον πολὺν = RP
πολὺν χρόνον ⸃ ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει ▼▼ λόγον μετ᾽ αὐτῶν = WH Treg NA/NIV: || μετ᾽ αὐτῶν λόγον = RP
λόγον μετ᾽ αὐτῶν ⸃ 20καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ▼▼ ἐκέρδησα = WH Treg NA/NIV: || ἐκέρδησα ἐπ᾽ αὐτοῖς = RP
ἐκέρδησα. 21 ▼▼ ἔφη = WH Treg NA/NIV: || ἔφη δὲ = RP
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22προσελθὼν ▼▼ δὲ = Treg NA/NIV RP: || [omit] = WH
δὲ καὶ ὁ τὰ δύο ▼▼ τάλαντα = WH Treg NA/NIV: || τάλαντα λαβὼν = RP
τάλαντα εἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ▼▼ ἐκέρδησα = WH Treg NA/NIV: || ἐκέρδησα ἐπ᾽ αὐτοῖς = RP
ἐκέρδησα. 23ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; 27ἔδει ▼▼ σε οὖν = WH Treg NA/NIV: || οὖν σε = RP
σε οὖν ⸃ βαλεῖν ▼▼ τὰ ἀργύριά = WH NA/NIV: || τὸ ἀργύριόν = Treg RP
τὰ ἀργύριά ⸃ μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 29τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ▼▼ τοῦ δὲ = WH Treg NA/NIV: || ἀπὸ δὲ τοῦ = RP
τοῦ δὲ ⸃ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 30καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 31Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες ▼
▼ οἱ = WH Treg NA/NIV: || οἱ ἅγιοι = RP
οἱ ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32καὶ ▼▼ συναχθήσονται = WH Treg NA/NIV: || συναχθήσεται = RP
συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με. 37τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39πότε δέ σε εἴδομεν ▼▼ ἀσθενοῦντα = WH Treg NA/NIV: || ἀσθενῆ = RP
ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ᾽ ἐμοῦ ▼▼ οἱ = Treg NA/NIV RP: || [omit] = WH
οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ▼▼ ἐδίψησα = Treg NA/NIV RP: || καὶ ἐδίψησα = WH
ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Copyright information for
SBLG