1 Corinthians 1

1Παῦλος κλητὸς ἀπόστολος
 Χριστοῦ Ἰησοῦ = Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = WH RP
Χριστοῦ Ἰησοῦ ⸃ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ἀδελφὸς
2τῇ ἐκκλησίᾳ τοῦ θεοῦ,
 ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ = Treg: || τῇ οὔσῃ ἐν Κορίνθῳ ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ = WH NA/NIV RP
ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, τῇ οὔσῃ ἐν Κορίνθῳ, ⸃ κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ
 αὐτῶν = WH Treg NA/NIV: || αὐτῶν τε = RP
αὐτῶν καὶ ἡμῶν·
3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

4Εὐχαριστῶ τῷ θεῷ
 μου = Treg NA/NIV RP: || [omit] = WH
μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,
5ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, 6καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, 7ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 8ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 9πιστὸς θεὸς δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.

10Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 11ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. 12λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ. 13μεμέρισται Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; 14
 εὐχαριστῶ = WH NIV: || εὐχαριστῶ τῷ θεῷ = Treg RP NA
εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
15ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα
 ἐβαπτίσθητε = WH Treg NA/NIV: || ἐβάπτισα = RP
ἐβαπτίσθητε·
16ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. 17οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ σταυρὸς τοῦ Χριστοῦ.

18 λόγος γὰρ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. 19γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. 20ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν θεὸς τὴν σοφίαν τοῦ
 κόσμου = WH Treg NA/NIV: || κόσμου τούτου = RP
κόσμου;
21ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22ἐπειδὴ καὶ Ἰουδαῖοι
 σημεῖα = WH Treg NA/NIV: || σημεῖον = RP
σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν·
23ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον
 ἔθνεσιν = WH Treg NA/NIV: || Ἕλλησιν = RP
ἔθνεσιν δὲ μωρίαν,
24αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν. 25ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν
 ἀνθρώπων = WH Treg NA/NIV: || ἀνθρώπων ἐστίν = RP
ἀνθρώπων.

26Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· 27ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο θεός, ἵνα
 καταισχύνῃ τοὺς σοφούς = WH Treg NA/NIV: || τοὺς σοφούς καταισχύνῃ = RP
καταισχύνῃ τοὺς σοφούς ⸃, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
28καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο θεός,
 τὰ = Treg NA/NIV: || καὶ τὰ = WH RP
τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,
29ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. 30ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη
 σοφία ἡμῖν = WH Treg NA/NIV: || ἡμῖν σοφία = RP
σοφία ἡμῖν ⸃ ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
31ἵνα καθὼς γέγραπται· καυχώμενος ἐν κυρίῳ καυχάσθω.

Copyright information for SBLG