1 Corinthians 14

1Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2 γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ
 ἀλλὰ = WH Treg NA/NIV: || ἀλλὰ τῷ = RP
ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
3 δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4 λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων
 δὲ = WH Treg NA/NIV: || γὰρ = RP
δὲ προφητεύων λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ
 διερμηνεύῃ = WH Treg NA/NIV: || διερμηνεύει = RP
διερμηνεύῃ, ἵνα ἐκκλησία οἰκοδομὴν λάβῃ.

6
 Νῦν = WH Treg NA/NIV: || Νυνὶ = RP
Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἐν ἀποκαλύψει ἐν γνώσει ἐν προφητείᾳ ἐν διδαχῇ;
7ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ
 δῷ = WH Treg NA/NIV: || διδῶ = RP
δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον τὸ κιθαριζόμενον;
8καὶ γὰρ ἐὰν ἄδηλον
 φωνὴν σάλπιγξ = Treg RP: || σάλπιγξ φωνὴν = WH NA/NIV
φωνὴν σάλπιγξ ⸃ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
9οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10τοσαῦτα εἰ τύχοι γένη φωνῶν
 εἰσιν = WH Treg NA/NIV: || ἐστὶν = RP
εἰσιν ἐν κόσμῳ, καὶ
 οὐδὲν = WH Treg NA/NIV: || οὐδὲν αὐτῶν = RP
οὐδὲν ἄφωνον·
11ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.

13
 Διὸ = WH Treg NA/NIV: || Διόπερ = RP
Διὸ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
14ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· 16ἐπεὶ ἐὰν
 εὐλογῇς = WH Treg NA/NIV: || εὐλογήσῃς = RP
εὐλογῇς
 πνεύματι = Treg: || ἐν πνεύματι = WH NA/NIV; || τῷ πνεύματι = RP
πνεύματι, ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν·
17σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ἕτερος οὐκ οἰκοδομεῖται. 18εὐχαριστῶ τῷ
 θεῷ = WH Treg NA/NIV: || θεῷ μου = RP
θεῷ, πάντων ὑμῶν μᾶλλον
 γλώσσαις = WH NA/NIV RP: || γλώσσῃ = Treg
γλώσσαις
 λαλῶ = WH Treg NA/NIV: || λαλῶν = RP
λαλῶ·
19ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους
 τῷ νοΐ = WH Treg NA/NIV: || διὰ τοῦ νοός = RP
τῷ νοΐ ⸃ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, μυρίους λόγους ἐν γλώσσῃ.

20Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν
 ἑτέρων = WH Treg NA/NIV: || ἑτέροις = RP
ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει κύριος.
22ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23ἐὰν οὖν συνέλθῃ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες
 λαλῶσιν γλώσσαις = WH Treg NA/NIV: || γλώσσαις λαλῶσιν = RP
λαλῶσιν γλώσσαις ⸃, εἰσέλθωσιν δὲ ἰδιῶται ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
24ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25
 τὰ = WH Treg NA/NIV: || καὶ οὕτως τὰ = RP
τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι
 Ὄντως ὁ θεὸς = WH Treg NA/NIV: || Ὁ θεὸς ὄντως = RP
Ὄντως θεὸς ⸃ ἐν ὑμῖν ἐστιν.

26Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε,
 ἕκαστος = WH Treg NA/NIV: || ἕκαστος ὑμῶν = RP
ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει,
 ἀποκάλυψιν ἔχει γλῶσσαν = WH Treg NA/NIV: || γλῶσσαν ἀποκάλυψιν ἔχει = RP
ἀποκάλυψιν ἔχει, γλῶσσαν ⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
27εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28ἐὰν δὲ μὴ
 διερμηνευτής = WH NA/NIV RP: || ἑρμηνευτής = Treg
διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
29προφῆται δὲ δύο τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, πρῶτος σιγάτω. 31δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32(καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33οὐ γάρ ἐστιν ἀκαταστασίας θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.

34Αἱ
 γυναῖκες = WH Treg NA/NIV: || γυναῖκες ὑμῶν = RP
γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ
 ἐπιτρέπεται = WH Treg NA/NIV: || ἐπιτέτραπται = RP
ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ
 ὑποτασσέσθωσαν = WH Treg NA/NIV: || ὑποτάσσεσθαι = RP
ὑποτασσέσθωσαν, καθὼς καὶ νόμος λέγει.
35εἰ δέ τι
 μαθεῖν = Treg NA/NIV RP: || μανθάνειν = WH
μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ
 λαλεῖν ἐν ἐκκλησίᾳ = WH Treg NA/NIV: || ἐν ἐκκλησίᾳ λαλεῖν = RP
λαλεῖν ἐν ἐκκλησίᾳ ⸃.
36 ἀφ᾽ ὑμῶν λόγος τοῦ θεοῦ ἐξῆλθεν, εἰς ὑμᾶς μόνους κατήντησεν;

37Εἴ τις δοκεῖ προφήτης εἶναι πνευματικός, ἐπιγινωσκέτω γράφω ὑμῖν ὅτι κυρίου
 ἐστὶν = Holmes: || ἐστὶν ἐντολή = WH Treg NA/NIV; || εἰσὶν ἐντολαί = RP
ἐστὶν·
38εἰ δέ τις ἀγνοεῖ,
 ἀγνοεῖται = WH NA/NIV: || ἀγνοείτω = Treg RP
ἀγνοεῖται.
39ὥστε, ἀδελφοί
 μου = WH Treg NA/NIV: || [omit] = RP
μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν
 μὴ κωλύετε γλώσσαις = WH Treg NA/NIV: || γλώσσαις μὴ κωλύετε = RP
μὴ κωλύετε γλώσσαις ⸃·
40πάντα
 δὲ = WH Treg NA/NIV: || [omit] = RP
δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

Copyright information for SBLG